Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Α' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Εὐδοκίας τῆς ἀπὸ Σαμαρειτῶν.
Στίχοι
Ἡ Σαμαρεῖτις οὐχ ὕδωρ Εὐδοκία,
Ἀλλ' αἷμα, Σῶτερ, ἐκ τραχήλου σοι φέρει.
Μαρτίου ἀμφὶ πρώτῃ ἡ Εὐδοκία ξίφος ἔτλη.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Δομνίνης, καὶ τῶν σὺν αὐτῇ.
Στίχοι
Τῶν ἀρετῶν φέρουσα φόρτους Δομνῖνα,
Θεῷ προσῆλθεν ἔμπορος πανολβία.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀντωνίνης.
Στίχοι
Θάλαμος ἡ θάλασσα νυμφικὸς γίνῃ,
Ἀντωνῖναν κρύπτουσα νύμφην Κυρίου.
Τῇ αὐτῇ ἡμέρᾳ οἱ Ἅγιοι Μάρκελλος καὶ Ἀντώνιος, πυρὶ τελειοῦνται.
Στίχοι
Χώνη τις ἡ κάμινος Ἀθληταῖς δύο,
Οἳ χρυσίου λάμπουσιν ἐν ταύτῃ πλέον.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Σίλβεστρος καὶ Σωφρόνιος ξίφει τελειοῦνται.
Στίχοι
Οὐ καρτερῶν Σίλβεστρε θρησκεύειν πλάνην,
Σὺν Σωφρονίῳ τὴν τομὴν ἐκαρτέρεις.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεστοριανὸς ξίφει τελειοῦται.
Στίχοι
Εἰς τοὐπίσω τράχηλον ἐξειλκυσμένος,
Νεστοριανὸς τὴν σφαγὴν πρόσω φέρει.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Πηγή: Μηναῖον Μαρτίου & glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου