Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Γ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Εὐτροπίου, Κλεονίκου καὶ Βασιλίσκου.
Στίχοι
Ὁ χρηστὸς ἡμῖν Εὐτρόπιος τοὺς τρόπους,
Ἐφεῦρε Χριστὸν καὶ τέλους διὰ ξίφους.
Καὶ Κλεόνικος εὐκλεᾶ νίκην ἔχει,
Σταυρῷ κρεμασθείς, ὡς Χριστός μου πάλαι.
Εἱρκτὴν τὸ σῶμα καὶ πρὸ τῆς εἱρκτῆς ἔχων,
Εἱρκτῶν λυτροῦται Βασιλίσκος ἐκ δύο.
Ἐν ξύλῳ Εὐτρόπιος σταυροῖο τρίτῃ προσεπήχθη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδωρήτου, Πρεσβυτέρου Ἀντιοχείας.
Στίχοι
Χωρεῖν ἔχει που τῆς Ἐδὲμ τὸ χωρίον,
Καὶ τὸν Θεοδώρητον ἔνδον τὸν μέγαν.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Ζήνων καὶ Ζώϊλος ἐν εἰρήνῃ τελειοῦνται.
Στίχοι
Ζωῆς λύσις Ζήνωνι καὶ τῷ Ζωΐλω
Ζωῆς ὑπῆρξε κρείττονος παραιτία.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ὁσία Πιαμοῦν ἡ παρθένος ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Κροσσωτὰ χρυσᾶ Πιαμοῦν μελαμφόρος,
Τὰς ἀρετὰς ἄπεισιν ἠμφιεσμένη.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Πηγή: Μηναῖον Μαρτίου & glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου