Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Ε' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Κόνωνος τοῦ ἐν Ἰσαυρίᾳ.
Στίχοι
Ἥκεις πρὸς αὐτὸν τὸν Θεόν, Θεὸς θέσει,
Εἰς γῆν ἀφείς σου τὴν κόνιν, Κόνων Πάτερ.
Πέμπτῃ καρτερόφρων ψυχὴν ὁ Κόνων ἀφέηκεν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Κόνωνος τοῦ Κηπουροῦ.
Στίχοι
Ἥλων τύπους φέροντι Κυρίῳ Κόνων,
Ἥλων τύπους πρόσεισιν εἰς πόδας φέρων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Μάρκου Μοναχοῦ τοῦ θαυματουργοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὐλογίου τοῦ ἐν Παλαιστίνῃ.
Στίχοι
Τὸν Εὐλόγιον εὐλογεῖ πᾶσα κτίσις,
Κτίστου χάριν σοῦ τὴν κάραν τετμημένου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὐλαμπίου.
Στίχοι
Τράχηλον Εὐλάμπιος ἐκτμηθεὶς ξίφει,
Τραχηλιῶσαν δυσσέβειαν αἰσχύνει.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀρχέλαος καὶ οἱ σὺν αὐτῷ ἑκατὸν τεσσαράκοντα δύο Μάρτυρες ξίφει τελειοῦνται.
Στίχοι
Θεὶς πρῶτος Ἀρχέλαος αὐχένα ξίφει,
Ἄρχει τομῆς σοι, λαὲ θεῖε Κυρίου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Γεωργίου τοῦ ἐκ Ραψάνης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νικολάου Βελιμίροβιτς, Ἐπισκόπου Ἀχρίδος.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Πηγή: Μηναῖον Μαρτίου & glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου