Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων Ἱερομαρτύρων, τῶν ἐν Χερσῶνι
ἐπισκοπησάντων, Ἐφραίμ, Βασιλέως, Εὐγενίου, Ἀγαθοδώρου, Ἐλπιδίου,
Καπίτωνος καὶ Αἰθερίου.
Στίχοι
Μὴ τὴν κεφαλὴν τοῖς ἀγάλμασι κλίνων,
Ἐφραὶμ ἀγάλλῃ, τῇ τομῇ ταύτην κλίνων.
Συρεὶς Βασιλεὺς χερσὶ δεισιδαιμόνων,
Χεῖρας διασπᾷ δεισιδαίμονος πλάνης.
τριὰς σύναθλος τοῦ Προφήτου τὸν λόγων,
«Εἰς μάστιγας δέδωκα τὸν νῶτον», λέγει.
Ἐπῆρε χεῖρας εἰς προσευχὴν Καπίτων
Καὶ πρὸς Θεὸν μετῆρεν ἐξάρας πόδας.
Ἐκ τοῦ ποταμοῦ πρὸς Θεὸν χωρεῖς Πάτερ,
Τὸν ἐν ποταμῷ σαρκικῶς λελουμένον.
Ἑβδομάτῃ πατέρας μόρος ἥρπασεν ἑπτὰ ἀριθμῷ.
Τῇ αὐτῇ ἡμέρᾳ, Νέστωρ καὶ Ἀρκάδιος, ἐπίσκοποι Τριμυθοῦντος, ἐν εἰρήνῃ τελειοῦνται.
Στίχοι
Τῆς Τριμυθοῦντος Ποιμένες καλοὶ δύο,
Ἐν τῇ καλῇ σκιρτῶσι τῆς Ἐδὲμ πόᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παύλου τοῦ Ἁπλοῦ.
Στίχοι
Γῆθεν μεταστὰς πρὸς Θεὸν Παῦλος Λόγον,
Τῆς ἁπλότητος πολλαπλᾶ στέφη λάβοι.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Πηγή: Μηναῖον Μαρτίου & glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου