Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Φύλαξ
ἄγρυπνος, τῆς Ἐκκλησίας,
καὶ καθαίρεσις, τῆς δυσσεβείας,
Ἱεράρχα Θεοφύλακτε πέφηνας·
τοῦ γὰρ Χριστοῦ τὴν Εἰκόνα σεβόμενος,
ὑπερορίας καὶ θλίψεις ὑπέμεινας·
Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε,
δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Κοντάκιον. Ἦχος β’. Τοὺς ἀσφαλεῖς.
Ὡς
ἀρραγῆ, Ὀρθοδοξίας πρόμαχον,
καὶ ἰσχυρόν, κακοδοξίας ἔλεγχον,
εὐφημοῦμεν καὶ βοῶμέν σοι,
Ἱερομύστα Θεοφύλακτε·
Ἐκ πάσης ἐπηρείας διαφύλαττε,
τοὺς πίστει ἑορτάζοντας τὴν μνήμην σου,
πρεσβεύων σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Μεγαλυνάριον.
Ὡς
θησαυροφύλακι ἱερῷ,
τῶν θεοτυπώτων, παραδόσεων καὶ θεσμῶν,
χαῖρέ σοι βοῶμεν, ψυχῆς ἐν εὐφροσύνῃ,
Πατέρων χαῖρε δόξα, ὦ Θεοφύλακτε.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου