«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Πέμπτη 31 Μαρτίου 2022

Τοῦ Ἁγίου Ἱερομάρτυρος Ὑπατίου

 


 

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὁσίως ἱέρευσας, τῷ ἐπὶ πάντων Θεῷ, 

καὶ πρόεδρος ἔνθεος, τῆς Ἐκκλησίας Γαγγρῶν, 

ἐδείχθης Ὑπάτιε· 

ὅθεν θαυματουργίαις, διαλάμπων ποικίλαις, 

σύνθρονον τῷ Τεκόντι, τὸν Υἱὸν ὡμολόγεις,

 δι' ὃν καὶ χαίρων ἤθλησας, Ἱερομάρτυς ἔνδοξε.



Κοντάκιον. Ἦχος πλ. β’. Τὴν ὑπὲρ ἡμῶν.
Τὴν ζωοποιόν, τελέσας ἱερουργίαν, 

καὶ τῶν δωρεῶν, τὸ τάλαντον ἐπαύξησας, 

ὡς θυσία προσήχθης, καὶ κάρπωμα ἔνθεον, 

δι’ ἀθλήσεως Ὑπάτιε, τῷ δοξάσαντι τὸν βίον σου, 

τοῖς ἀρρήτοις Πάτερ θαύμασιν. 

Αὐτὸν δυσώπει ἀεί, ὑπὲρ πάντων ἡμῶν.



Μεγαλυνάριον.
Ὁμοουσιότητος τοῦ Πατρός, 

καὶ Υἱοῦ παμμάκαρ, χρηματίζων κῆρυξ λαμπρός, 

ἀθλήσει σφραγίζεις, τὸν θαυμαστόν σου βίον, 

Ὑπάτιε θεόφρον, Γαγγρῶν ὁ πρόεδρος.

 

Πηγή: synaxarion.gr




Δεν υπάρχουν σχόλια: