Κατὰ Μάρκον β΄1-12.
1 Καὶ εἰσῆλθε πάλιν εἰς Καπερναοὺμ δι' ἡμερῶν καὶ ἠκούσθη ὅτι εἰς οἶκόν
ἐστι.
2 καὶ εὐθέως συνήχθησαν πολλοὶ, ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς
τὴν θύραν· καὶ ἐλάλει αὐτοῖς τὸν λόγον.
3 καὶ ἔρχονται πρὸς αὐτὸν
παραλυτικὸν φέροντες, αἰρόμενον ὑπὸ τεσσάρων.
4 καὶ μὴ δυνάμενοι
προσεγγίσαι αὐτῷ διὰ τὸν ὄχλον, ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ
ἐξορύξαντες χαλῶσι τὸν κράβαττον ἐφ' ᾧ ὁ παραλυτικὸς κατέκειτο.
5 ἰδὼν
δὲ ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ· Τέκνον, ἀφέωνταί σοι
αἱ ἁμαρτίαι σου.
6 ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ
διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν·
7 Τί οὗτος οὕτως λαλεῖ
βλασφημίας; τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ Θεός;
8 καὶ εὐθέως
ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτως αὐτοὶ διαλογίζονται ἐν
ἑαυτοῖς εἶπεν αὐτοῖς· Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν;
9 τί
ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ, ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ
εἰπεῖν, ἔγειρε καὶ ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει;
10 ἵνα δὲ
εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἐπὶ τῆς γῆς
ἁμαρτίας - λέγει τῷ παραλυτικῷ·
11 Σοὶ λέγω, ἔγειρε καὶ ἆρον τὸν
κράβαττόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.
Ἅγιος Ἀπόστολος & Εὐαγγελιστὴς Μᾶρκος
Πηγή: Καινὴ Διαθήκη σελ. 140-141 & myriobiblos.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου