Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ πέμπτῃ τῶν Νηστειῶν, διετάχθημεν μνήμην ποιεῖσθαι τῆς Ὁσίας Μητρὸς ἡμῶν Μαρίας τῆς Αἰγυπτίας.
Στίχοι
Ἀπῇρε πνεῦμα, σάρξ ἀπερρύη πάλαι.
Τὸν ὅστινον, γῆ, κρύπτε νεκρὸν Μαρίας.
Μνήμη τοῦ Ὁσίου Σάββα τοῦ ἐν Καλύμνῳ
Στίχοι
Σάββα τοις πάλαι αμιλληθείς Αγίοις.
Συν τούτοις δεδόξασαι θαύμασι πλείστοις.
Τῇ Ι' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Τερεντίου,
Ἀφρικανοῦ, Μαξίμου, Πομπηΐου καὶ ἑτέρων τριάκοντα ἕξ, ἔτι δὲ καὶ τῶν
περὶ τὸν μακάριον Ζήνωνα καὶ Ἀλέξανδρον καὶ Θεόδωρον.
Στίχοι
Ἔπαθλα ποῖα τῆς τομῆς Τερεντίῳ;
Ἃ μὴ προσέσχεν ὄψις, οὖς ἡ καρδία.
Ἴδωμεν οὓς τέμνουσιν ἀθλητάς, ὅσοι.
Δεκὰς τετραπλῆ, πρὸς δὲ καὶ ἄλλοι μάλα.
Ἀσφάραγον δεκάτῃ γε Τερέντιος ἐξυπεκάρθη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Προφήτιδος Ὀλδᾶς.
Στίχοι
Ἀφῆκεν Ὀλδᾶ πνεῦμα μέλλοντα βλέπον,
Ἡ Πνεύματος γέμουσα θείου πυθία.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἰακώβου Πρεσβυτέρου, καὶ Ἀζᾶ Διακόνου.
Στίχοι
Τὸν Ἰάκωβον καὶ τετμημένον γράφω,
Καὶ τῆς τομῆς φέροντα μισθὸν τὸ στέφος.
Τμηθεὶς ὁ Χριστοῦ Λευΐτης, Ἀζᾶ κάραν,
Χριστοῦ τὸν ἐχθρὸν Λευϊαθὰν αἰσχύνει.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Πηγή: Μηναῖον Άπριλίου & glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου