Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Μυροβλήτην
τὸν θεῖον καὶ Μαρτύρων τὸν σύναθλον,
τὸν πανευκλεῆ Ἱεράρχην καὶ Περγάμου τὸν πρόεδρον,
τιμήσωμεν Ἀντίπαν οἱ πιστοί,
ὡς τάχιστον καὶ μέγαν ἰατρόν,
τῆς δεινῆς ὀδόντων νόσου, καὶ πρὸς αὐτὸν
ἀπὸ ψυχῆς βοήσωμεν·
δόξα τῷ σὲ δοξάσαντι Χριστῷ,
δόξα τῷ σὲ στεφανώσαντι,
δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ,
πᾶσιν ἰάματα.
Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Τὸν Ἱεράρχην καὶ κλεινὸν Μεγαλομάρτυρα,
Τὸν πολιοῦχον τῆς Περγάμου τὸν πανάριστον
Καὶ ἐχθροῦ κοινοῦ ἀντίπαλον τὸν Ἀντίπαν
Κατὰ χρέος εὐφημήσωμεν ἐν ᾄσμασιν
Ὡς τοὺς πάσχοντας ὀδόντας θεραπεύοντα·
Πόθῳ κράζοντες, χαίροις, Πάτερ τρισόλβιε.
Μεγαλυνάριον.
Ὁ
Περγάμου πρόεδρος καὶ φρουρός,
καὶ τῆς εὐσεβείας, θεορρήμων ὑφηγητής,
ὁ τῶν Ἀποστόλων, ὁμόχρονος καὶ σύμπνους,
τιμάσθω μοι Ἀντίπας, ὁ ἱερόαθλος.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου