Ἀπολυτίκιον. Ἦχος α’. Χορὸς Ἀγγελικός.
Ἑξάριθμος
χορός, τῶν σοφῶν Ἀποστόλων,
ὑμνείσθω ἱερῶς, μελῳδίαις ᾀσμάτων,
Ἑρμᾶς καὶ Ἀσύγκριτος, Ἡρωδίων καὶ Ἄγαβος,
σὺν τῷ Φλέγωντι, καὶ τῷ θεόφρονι Ῥούφῳ·
τὴν Τριάδα γάρ, διηνεκῶς δυσωποῦσιν,
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Κοντάκιον. Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Ὡς
μύσται Χριστοῦ, καὶ Ἀποστόλων σύσκηνοι,
ἐν πάσῃ τῇ γῇ, τὴν τούτου συγκατάβασιν,
Μαθηταὶ ἑξάριθμοι, ὡς λαμπὰς ἑξάφωτος φάναντες,
ἐλύσατε σκότος δεινόν, πυρσεύοντες πᾶσιν,
ἀληθείας τὸ φῶς.
Μεγαλυνάριον.
Τῆς
θεογνωσίας ὑφηγηταί,
καὶ τῶν ἀπορρήτων, οἰκονόμοι καὶ πορθμευταί,
ἑξὰς ἡ θεόφρων, τῶν θείων Ἀποστόλων,
ἐδείχθησαν τῷ κόσμῳ, οὓς μεγαλύνομεν.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου