«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τετάρτη 29 Ιουνίου 2022

Τῶν Ἁγίων Ὰποστόλων Πέτρου καὶ Παύλου

 


 

Εἰς τὸν Στίχον, Στιχηρὰ Ἰδιόμελα.
Ἦχος α'
Ἀνδρέου Κρήτης

Τὰ κατὰ πόλιν δεσμὰ καὶ τὰς θλίψεις σου, 

τὶς διηγήσεται, ἔνδοξε Ἀπόστολε Παῦλε;

ἢ τὶς παραστήσει τοὺς ἀγῶνας καὶ τοὺς κόπους σου, 

οὓς ἐκοπίασας ἐν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ, 

ἵνα πάντας κερδήσῃς, καὶ Χριστῷ προσαγάγῃς τὴν Ἐκκλησίαν. 

Ἀλλὰ ταύτην αἴτησαι, φυλάττειν τὴν καλήν σου ὁμολογίαν, 

 μέχρι τελευταίας ἀναπνοῆς, Παῦλε Ἀπόστολε, 

καὶ διδάσκαλε τῶν Ἐκκλησιῶν.


Στίχ.Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

 
Τὰ κατὰ πόλιν δεσμὰ καὶ τὰς θλίψεις σου,

 τὶς διηγήσεται, ἔνδοξε Ἀπόστολε Παῦλε, 

τοὺς κόπους, τοὺς μόχθους, τὰς ἀγρυπνίας, 

τὰς ἐν λιμῷ καὶ δίψει κακοπαθείας, 

τὰς ἐν ψύχει καὶ γυμνότητι, τὴν σαργάνην, 

τοὺς ῥαβδισμούς, τοὺς λιθασμούς, τὴν περίοδον,

τὸν βυθόν, τὰ ναυάγια; 

θέατρον ἐγένου καὶ Ἀγγέλοις καὶ ἀνθρώποις. 

Πάντα οὖν ὑπέμεινας ἐν τῷ ἐνδυναμοῦντί σε Χριστῷ, 

ἵνα κόσμον κερδίσῃς, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ σου. 

Διὸ δυσωποῦμέν σε, οἱ τελοῦντες τὴν μνήμην σου πιστῶς, 

ἀδιαλείπτως ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.


Στίχ.Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

 
Τοὺς φωστῆρας τοὺς μεγάλους τῆς Ἐκκλησίας,

Πέτρον καὶ Παῦλον εὐφημήσωμεν· 

ὑπὲρ ἥλιον γὰρ ἔλαμψαν, ἐν τῷ τῆς πίστεως στερεώματι, 

καὶ τὰ ἔθνη ταῖς ἀκτῖσι τοῦ κηρύγματος, 

ἐκ τῆς ἀγνοίας εἰς τὴν θείαν γνῶσιν ἐπανήγαγον, 

ὁ μὲν τῷ σταυρῷ προσηλωθείς, πρὸς οὐρανὸν τὴν πορείαν ἐποιήσατο, 

ἔνθα τῆς βασιλείας, παρὰ Χριστοῦ τὰς κλεῖς ἐγκεχείριστο, 

ὁ δὲ τῷ ξίφει ἀποτμηθείς, πρὸς τὸν Σωτῆρα ἐκδημήσας, 

ἐπαξίως μακαρίζεται, καὶ ἀμφότεροι τὸν Ἰσραὴλ καταγγέλλουσιν, 

ὡς εἰς αὐτὸν τὸν Κύριον, χεῖρας ἀδίκως ἐκτείναντα. 

Διὸ εὐχαῖς αὐτῶν, Χριστὲ ὁ Θεὸς ἡμῶν,

τοὺς καθ' ἡμῶν κατάβαλε, 

καὶ τὴν ὀρθόδοξον πίστιν κράτυνον, 

ὡς φιλάνθρωπος. 

 

Πηγή: Μηναῖον Ἰουνίου &  glt.goarch.org

Δεν υπάρχουν σχόλια: