«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Παρασκευή 1 Ιουλίου 2022

Τὴν 1η Ἰουλίου τιμοῦμε καὶ γιορτάζουμε


Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
 

Τῇ Α΄ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ, τῶν ἐν Ῥώμῃ τελειωθέντων.
Στίχοι
Βολαῖς ἀδελφοὺς οὐ διέσπων οἱ λίθοι,
Ὡς εἰς ἕν, ἄμφω συμπεπηγότας λίθον.
Πρώτῃ Ἰουλίοιο λίθοισιν Ἀνάργυροι ἤθλουν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Βασιλείου, τοῦ συστησαμένου τὴν Μονὴν τοῦ Βαθέος Ῥύακος.

 
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πέτρου, πατρικίου γενομένου ἐν τοῖς Εὐάνδρου.


ὅσιος Λέων ὁ ἐρημίτης, γυμνὸς διάγων, ἐν εἰρήνῃ τελειοῦται.
Οἱ ἅγιοι δισχίλιοι μάρτυρες ξίφει τελειοῦνται.


Οἱ ἅγιοι εἴκοσι πέντε μάρτυρες οἱ ἐν Νικομηδείᾳ πυρὶ τελειοῦνται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

Πηγή: Μηναῖον Ἰουλίου &  glt.goarch.org

Δεν υπάρχουν σχόλια: