Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Β' τοῦ αὐτοῦ μηνός, Μνήμην ποιούμεθα τῆς ἐν τῇ Ἁγίᾳ σορῷ
καταθέσεως τῆς τιμίας Ἐσθῆτος τῆς ὑπεραγίας Θεοτόκου, ἐν Βλαχέρναις, ἐπὶ
Λέοντος τοῦ μεγάλου, καὶ Βηρίνης τῆς αὐτοῦ γυναικός.
Στίχοι
Χιτὼν μὲν Υἱοῦ Χριστοφρουροῖς δημίοις.
Ἐσθὴς δὲ Μητρὸς χριστοφρουρήτῳ πόλει.
Δευτερίῃ κατέθεντο σορῷ Ἐσθῆτα Πανάγνου.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἀθλήσεως τοῦ Μάρτυρος Κοΐντου, καὶ μνήμη τοῦ ἐν
ἁγίοις Πατρὸς ἡμῶν Ἰουβεναλίου, Ἀρχιεπισκόπου Ἱεροσολύμων.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰωάννου Μαξίμοβιτς, Ἐπισκόπου Σαγκάης.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Πηγή: Μηναῖον Ἰουλίου & glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου