Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τοῦ
Δαβὶδ τὴν κινύραν Πάτερ μιμούμενος,
ἐν Ἐκκλησίᾳ Ὁσίων προσᾴδεις ᾆσμα καινόν,
ὡς σοφὸς ὑφηγητὴς τοῦ θείου Πνεύματος·
σὺ γὰρ ἐβρόντησας ἡμῖν, τὰς τῆς χάριτος ᾠδὰς,
καὶ λόγον δικαιοσύνης, Ἀνδρέα Πατέρων κλέος,
πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Κοντάκιον. Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Σαλπίσας
τρανῶς, τὰ θεῖα μελῳδήματα,
ἐδείχθης φωστήρ, τῷ κόσμῳ τηλαυγέστατος,
τῷ φωτὶ λαμπόμενος, τῆς Τριάδος Ἀνδρέα Ὅσιε·
ὅθεν πάντες βοῶμέν σοι·
Μὴ παύσῃ πρεσβεύων,
ὑπὲρ πάντων ἡμῶν.
Μεγαλυνάριον.
Χαίροις
εὐσεβείας θεῖος αὐλός,
καὶ τῆς Ἐκκλησίας, θεορρήμων ὑφηγητής·
χαίροις ὁ ἐν λόγοις, καὶ ᾄσμασιν ἐνθέοις,
Τριάδα μεγαλύνων, Ἀνδρέα πάνσοφε.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου