«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τετάρτη 27 Ιουλίου 2022

Τοῦ Ἁγίου Μεγαλομάρτυρος Παντελεήμονος τοῦ ἰαματικοῦ καὶ θαυματουργοῦ

  

 


Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχ. δ' καὶ ψάλλομεν Στιχηρὰ προσόμοια γ', δευτεροῦντες τὸ α'.
Στιχηρὸν τοῦ Ἁγίου
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος
ΤΟ ΑΚΟΥΤΕ
Ἔλεος Θεοῦ μιμούμενος, Παντελεήμων σαφῶς, 

ὠνομάσθης κατάλληλον, προσλαβὼν τὸ ὄνομα, 

καὶ συμβαῖνον τῷ πράγματι· 

ὡς συμπαθὴς γάρ, ἐλεεῖς ἅπαντας, 

διπλῆν παρέχων τούτοις τὴν ἴασιν, 

τρέφων ἰώμενος, καὶ πρὸς γνῶσιν, Ἔνδοξε, 

καθοδηγῶν, θείαν καὶ ὑπέρλαμπρον, 

Χριστοῦ πανόλβιε. 


Ἦχος πλ. δ'
Ἔργον προνοίας τῆς ἄνωθεν, τὸ ἐπὶ σοὶ γεγονός,

 τηλαυγῶς ἀναδέδεικται·

 τῶν σωμάτων πάθη γάρ, θεραπεύειν σαφέστατα, 

Παντελεῆμον ἐκδιδασκόμενος, ψυχῶν ἐδείχθης ἰατρὸς ἕτοιμος,

 λόγῳ τῆς χάριτος, ἰατρεύων ἅπαντας, καὶ ζοφερᾶς, 

πλάνης ἐκλυτρούμενος, τοὺς σοὶ προστρέχοντας. 


Ἦχος πλ. δ'
Κάλλει θεόφρον τοῦ σώματος, τὴν ψυχικὴν καλλονήν, 

εὐθυβόλως ἀντέθηκας, καὶ φρενῶν εὐπρέπειαν, 

τῆς σαρκὸς ὡραιότητι, καὶ τοὺς ὁρῶντας Μάρτυς κατέπληξας,

 τερατουργίαις λάμπων καὶ θαύμασιν, 

ἄνθει νεότητος, πρεσβυτέρων σύνεσιν, προσειληφώς, 

πίστει τε καὶ χάριτι, καταλαμπόμενος. 


Δοξαστικὸν
Ἦχος δ'  Βυζαντίου
Σήμερον ἐξέλαμψε, τοῦ Ἀθλοφόρου ἡ μνήμη. 

Δεῦτε πιστοὶ πνευματικῶς εὐφρανθῶμεν, 

καὶ τοῖς ᾄσμασι τοῦτον καταστέψωμεν· 

τὸν γὰρ ἀόρατον ἐχθρόν, τῇ δυνάμει τοῦ Σταυροῦ ἀνδρικῶς ἐτροπώσατο, 

καὶ τῶν τυράννων τὰς ἀπείρους βασάνους μὴ δειλιάσας, 

νομίμως τὸ βραβεῖον ἐδέξατο τῆς ἄνω κλήσεως, 

καὶ νῦν μέτ' Ἀγγέλων εἰς αἰῶνας συναγάλλεται. 

Ἀλλ' ὦ Μάρτυς τοῦ Χριστοῦ Παντελεῆμον,

 Ἰατρὲ τῶν νοσούντων, καὶ λιμὴν τῶν χειμαζομένων, 

 μὴ διαλίπῃς πρεσβεύων τῷ ἐλεήμονι Θεῷ,

 σωθῆναι τὰς ψυχὰς ἡμῶν. 


Θεοτοκίον
Ἦχος δ'
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, 

εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, 

τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν. 

 

 Πηγή: Μηναῖον Ἰουλίου &  glt.goarch.org

Δεν υπάρχουν σχόλια: