Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Βασιλείου
ἀξίας ἀνταλλαξάμενος,
τὸν θεοΰφαντον τρίβωνα τῆς ὁσίας ζωῆς,
ὡς ἀστὴρ ἑωθινὸς ἐν Ἄθῳ ἔλαμψας,
καὶ ὁδηγεῖς φωτιστικῶς, Μοναζόντων τοὺς χορούς,
πρὸς κτῆσιν τὴν τῶν κρειττόνων,
Παῦλε Πατέρων ἀκρότης,
καὶ πρεσβευτὰ ἡμῶν πρὸς Κύριον.
Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ὡς
ἀνάκτων βλάστημα, Παῦλε θεόφρον,
κληρονόμος ἄξιος, καὶ υἱὸς ὤφθης εὐκλεής,
τοῦ οὐρανίου Παντάνακτος,
δι’ ἰσαγγέλου ζωῆς Πάτερ Ὅσιε.
Μεγαλυνάριον.
Ὤφθης
βασιλείας τῶν οὐρανῶν,
ὡς ἀνάκτων γόνος, κληρονόμος δι’ ἀρετῶν·
σὺ γὰρ Πάτερ Παῦλε, ἀγγελικῶς βιώσας,
τῆς ὑπὲρ νοῦν εὐκλείας, λαμπρῶς ἠξίωσαι.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου