Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Νικηφόρους ἀγῶνας κατὰ τοῦ δράκοντος,
Νικηφόρους ἀγῶνας κατὰ τοῦ δράκοντος,
ἀσκητικῇ πολιτείᾳ ἐν τοῖς ὁρίοις σοφέ,
τῆς
Μονῆς Βατοπεδίου πόθῳ ἤγαγες,
καὶ ἀρετῶν ὑφηγητής, χρηματίσας πρὸς
μονάς,
Νικόδημε αἰωνίους, μεταβέβηκας ἱκετεύειν,
Χριστὸν ὑπὲρ τῶν σὲ
τιμώντων φαιδρῶς.
Κοντάκιον
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ὡς εὐσεβείας ὑποφήτην καὶ διδάσκαλον,
Κοντάκιον
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ὡς εὐσεβείας ὑποφήτην καὶ διδάσκαλον,
καὶ θείας γνώσεως ἀσύλητον
θησαύρισμα,
ἀνυμνοῦμέν σε ἀγλάϊσμα μοναζόντων,
ἀλλ’ ὡς γνώμων
ἀκριβέστατος ἀσκήσεως,
καθοδήγησον ἡμᾶς πρὸς βίον ἄληκτον,
τοὺς
κραυγάζοντας· Χαῖρε Πάτερ Νικόδημε.
Μεγαλυνάριον
Χαίροις μονοτρόπων φῶς τηλαυγές,
Μεγαλυνάριον
Χαίροις μονοτρόπων φῶς τηλαυγές,
χαίροις διδασκάλων, θεοπνεύστων ὑπογραμμέ,
χαίροις ὁ κοσμήσας, Μονὴν Βατοπεδίου,
ἀγῶσι θεαρέστοις μάκαρ Νικόδημε.
Ὁ Οἶκος
Ἄριστος ὑφηγήτωρ, εὐσεβείας ἐπώφθης,
Ὁ Οἶκος
Ἄριστος ὑφηγήτωρ, εὐσεβείας ἐπώφθης,
Νικόδημε Ὁσίων φαιδρότης,
νικηφόρους
ἀγῶνας γὰρ σύ,
διεξάγων κατὰ τοῦ δεινοῦ ὄφεως,
τὸν νοῦν κακῶν ἐκάθηρας,
διό σοι ἐκβοῶμεν ταῦτα·
Χαῖρε, λειμὼν διδαγμάτων θεῖος·
χαῖρε, ψυχῶν κλονουμένων τεῖχος.
Χαῖρε, φοιτητῶν σου κανὼν ἀπλανέστατος·
χαῖρε, ἀρετῶν ῥοδεών εὐωδέστατος.
Χαῖρε, στόμα θεοκίνητον, κατευφραῖνον μοναστάς·
χαῖρε, ὄμμα γαληνότατον, τὸ οἰκτίρον ἀσκητάς.
Χαῖρε, ὅτι ἐκλάμπεις φωτισμοῦ θείου χάριν·
χαῖρε, ὅτι εκλύεις τοῦ δολίου τὴν μῆνιν.
Χαῖρε, ὑλκὰς ἠθῶν τῆς σεμνότητος·
χαῖρε, λαμπὰς ἀῤῥήτου φαιδρότητος.
Χαῖρε, φωτὸς τοῦ ἀκτίστου ὁ μύστης·
χαῖρε, παντὸς εὐσεβοῦς ὁ προστάτης.
Χαῖρε, Πάτερ Νικόδημε.
Χαῖρε, λειμὼν διδαγμάτων θεῖος·
χαῖρε, ψυχῶν κλονουμένων τεῖχος.
Χαῖρε, φοιτητῶν σου κανὼν ἀπλανέστατος·
χαῖρε, ἀρετῶν ῥοδεών εὐωδέστατος.
Χαῖρε, στόμα θεοκίνητον, κατευφραῖνον μοναστάς·
χαῖρε, ὄμμα γαληνότατον, τὸ οἰκτίρον ἀσκητάς.
Χαῖρε, ὅτι ἐκλάμπεις φωτισμοῦ θείου χάριν·
χαῖρε, ὅτι εκλύεις τοῦ δολίου τὴν μῆνιν.
Χαῖρε, ὑλκὰς ἠθῶν τῆς σεμνότητος·
χαῖρε, λαμπὰς ἀῤῥήτου φαιδρότητος.
Χαῖρε, φωτὸς τοῦ ἀκτίστου ὁ μύστης·
χαῖρε, παντὸς εὐσεβοῦς ὁ προστάτης.
Χαῖρε, Πάτερ Νικόδημε.
Έτερον Ὁ Οἶκος
Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Δεδεγμένος τῆς χάριτος θεῖον φῶς,
καὶ σοφίαν τὴν κρείττω πεπλουτηκώς,
διέλαμψας
Ὅσιε, ἐν τῷ Ἄθῳ Νικόδημε,
καὶ διδασκάλων ὤφθης, φωστὴρ φαεινότατος,
καταπυρσεύσας πάσας, ἀζύγων τὰς φάλαγγας,
γνώσεως ἀκτῖσι, τοῦ φωτὸς τοῦ
ἀκτίστου,
δι’ οὗ καὶ ἠμαύρωσας, τὴν ἀπάτην τοῦ ὄφεως,
ἀσκουμένων
ακρώρεια, πρέσβευε Χριστῷ τῷ Θεῷ,
τῶν πταισμάτων, ἄφεσιν δωρήσασθαι,
τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Πηγή: Μηναῖον Ἰουλίου & glt.goarch.org
Ὁ Βίος τοῦ Ἁγίου:
https://www.saint.gr/2124/saint.aspx
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου