Κανών α', ᾨδὴ γ', τοῦ Ἁγίου Ἱερομάρτυρος
Ἦχος πλ. δ'
Στερέωσον ἡμῶν τὸν νοῦν ΤΟ ΑΚΟΥΤΕ
Λύσας τοῦ ἐχθροῦ δεινὰς μηχανουργίας,
τῇ πρὸς τὸν Θεὸν ἀλύτῳ διαθέσει,
Ἀθηνογένης ὁ μάρτυς καὶ Ἱεράρχης,
σὺν μαθηταῖς δόξης ἠξίωται.
Ἤμβλυναν
ἐχθροῦ τὰ βέλη καὶ τὰ κέντρα,
ταῖς μαρτυρικαῖς ἐνστάσεσιν οἱ θεῖοι,
καὶ καταυγάζουσι πάντων τὰς διανοίας,
ταῖς φωτοβόλοις αὐτῶν λάμψεσιν.
Τείνας
τοὺς στερροὺς ἱμᾶσιν ὁ παράφρων,
ξέει ἀπηνῶς, μαστίζων ἀνενδότως,
ἀλλ' οὐκ ἐσάλευσε τούτων τῆς διανοίας,
τὴν ἀκατάπληκτον στερρότητα.
Θεοτοκίον
Ὤφθης οὐρανῶν Ἁγνὴ ὑψηλοτέρα,
καὶ τῶν Σεραφὶμ ἀεὶ ἁγιωτέρα,
ὡς τὸν ἁπάντων Δεσπότην καὶ Βασιλέα,
ὑπερφυῶς κυοφορήσασα.
Πηγή: Μηναῖον Ἰουλίου & glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου