«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Δευτέρα 25 Ιουλίου 2022

Τῆς Κοιμήσεως τῆς Θεοπρομήτορος Ἁγίας Ἄννης

  


 

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ προσόμοια γ', δευτεροῦντες τὸ α'.
Στιχηρὰ τῆς Ἁγίας Ἄννης
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
 

Μνήμην τελοῦντες αἰσίαν, 

σὲ ἀνυμνοῦμεν Χριστέ, 

τὸν παραδόξως Ἄνναν, 

 ἐκ ζωῆς τῆς προσκαίρου 

πρὸς τὴν ἄληκτον δόξαν, 

μεταστήσαντα νῦν, 

ὡς μητέρα ὑπάρχουσαν, 

τῆς σὲ τεκούσης ἀσπόρως ὑπερφυῶς, 

Θεοτόκου καὶ Παρθένου Μητρός. 

 
Ἦχος α'
Μνήμην ἁγίαν τελοῦντες, 

τῶν Προπατόρων Χριστοῦ, 

Ἰωακεὶμ καὶ Ἄννης, 

τῶν σεπτῶν καὶ ἀμέμπτων, 

δοξάζομεν ἀπαύστως, τὸν Λυτρωτήν, 

καὶ οἰκτίρμονα Κύριον, 

τόν μεταστήσαντα τούτους πρὸς τὴν ζωήν, 

τὴν ἀγήρω καὶ ἀνώλεθρον. 

 
Ἦχος α'
Πρὸς τὰς ἀΰλους χορείας, 

καὶ τῶν Δικαίων σκηνάς, 

ἔνθα Ἀγγέλων τάξεις, 

ἔνθα δῆμος Ἁγίων, 

χαρὰ ἑορταζόντων ἄγεται νῦν, 

τῶν Δικαίων τὰ πνεύματα, 

Ἰωακεὶμ καὶ τῆς Ἄννης, 

οὓς εὐσεβῶς, 

εὐφημοῦντες μακαρίσωμεν. 

 
Ἦχος β'

 
Δεῦτε φιλοπάρθενοι πάντες, 

καὶ τῆς ἁγνείας ἐρασταί, 

δεῦτε ἑορτάσωμεν, Ἄννης τὴν σεβάσμιον κοίμησιν· 

καὶ γὰρ ἔτεκεν ὑπερφυῶς τὴν πηγὴν τῆς ζωῆς, 

Μαρίαν τὴν θεόπαιδα, ἐξ ἧς ἐτέχθη ὁ Λυτρωτής, 

ὁ φωτίζων καὶ ἁγιάζων τὰς ψυχὰς ἡμῶν. 

 

Πηγή: Μηναῖον Ἰουλίου &  glt.goarch.org



Δεν υπάρχουν σχόλια: