Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Α' τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων ἑπτὰ μαρτύρων τῶν Μακκαβαίων,
Ἀβείμ, Ἀντωνίου, Γουρία, Ἐλεαζάρου, Εὐσεβωνᾶ, Ἀχεὶμ καὶ Μαρκέλλου, καὶ
τῆς μητρὸς αὐτῶν Σολομονῆς, καὶ Ἐλεαζάρου τοῦ διδασκάλου αὐτῶν.
Στίχοι
Πρῶτος πρὸ Χριστοῦ πῠρ στέγων Ἐλεάζαρ,
Ἀθλήσεως προὔθηκε τοῖς ἄλλοις ἴχνη.
Πρώταθλον ἄλλην καὶ πρὸ τῆς Θέκλης ἔχω,
Τὴν Σολομονήν, ἣν πρὸ Χριστοῦ πῦρ φλέγει.
Ἐξ ἑβδόμης πέμπουσι Παίδων ἑπτάδα,
Ἀρθρέμβολα, πῦρ, καὶ τροχοὶ πρὸς ὀγδόην.
Καῦσαν ἑνὶ πρώτη Σολομώνην, ἑπτά τε υἷας.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων ἐννέα μαρτύρων, τῶν ἐν Πέργῃ τῆς Παμφυλίας
ἀθλησάντων, Λεοντίνου, Ἄττου, Ἀλεξάνδρου, Κινδέου, Μνησιθέου, Κυριακοῦ,
Μηναίου, Κατούνου, καὶ Εὐκλέου.
Στίχοι
Ἐκ Παμφυλίας ἐννὰς ἐτμήθη ξίφει,
Μίαν φυλὴν ζητοῦσα, τὴν τῶν Μαρτύρων.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Πάπας ὁ Νέος, εἰς σάκκον βληθείς, καὶ θίβῃ ἐγκλεισθείς, καὶ εἰς θάλασσαν ῥιφθείς, τελειοῦται.
Στίχοι
Σάκκος Πάπαν ἔκρυψε, καὶ σάκκον θίβη,
Καὶ τὴν θίβην ῥοῦς, καὶ Πάπας Θεοῦ πέλας.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἁγιος Μάρτυς Ἐλεάζαρος, πυρὶ τὴν κεφαλὴν φλεχθείς, τελειοῦται.
Στίχοι
Καυτηριασθεὶς Ἐλεάζαρος κάραν,
Ψυχοβλαβῶν ἀπῆλθε κρείττων ῥευμάτων.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἁγιος Μάρτυς Κήρυκος ξίφει τελειοῦται.
Στίχοι
Τοῦ δημίου φήσαντος· Οὐ τμηθῇς θύων.
Κλίνας κάραν Κήρυκος, εἶπεν· Οὐ θύω.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεόδωρος ξίφει τελειοῦται.
Στίχοι
Τῷ Θεοδώρῳ θεῖος ἐνσκήπτει πόθος,
Τυχεῖν ποθεινῶν δωρεῶν διὰ ξίφους.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Πολύευκτος, ἐν κοπρίᾳ χωσθείς, τελειοῦται.
Στίχοι
Ἰὼβ καθέδραν, φημὶ δὴ τὴν κοπρίαν,
Ὁ Πολύευκτος εἶχεν εἰς τιμωρίαν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Μήνου, Μηναίου, καὶ τῶν λοιπῶν ἐν τῷ Βιγλεντίῳ, πλησίον τοῦ χαλκοῦ Τετραπύλου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Τιμοθέου, Ἐπισκόπου Προκοννήσου (Προικοννήσου), τοῦ θαυματουργοῦ.
Στίχοι
Τὸν Τιμόθεον, τὸν Προκοννήσου θύτην,
Τιμᾷ Θεὸς πρίν, νῦν τε θαυματουργίαις.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Πηγή: Μηναῖον Αὐγούστου & glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου