Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Ιθ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Ἀνδρέου τοῦ
Στρατηλάτου, καί τῶν σὺν αὐτῷ τελειωθέντων δισχιλίων πεντακοσίων
ἐνενήκοντα τριῶν.
Στίχοι
Ἔστησε τμηθεὶς αἱμάτων λίμνας ὄχλος,
Σοὶ τῷ παραστήσαντι λίμνας ὑδάτων.
Ἐννεακαιδεκάτῃ τάμον Ἀνδρέου αὐχένα λαμπρόν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Τιμοθέου, Ἀγαπίου καὶ Θέκλης.
Στίχοι
Πυρεῖον ἡ κάμινος, ἐν μέσῳ φέρον,
Ἄρωμα Τιμόθεον εὔοσμον μάλα.
Ἀγάπιος τὸ δῆγμα τοῦ θηρὸς φέρει,
Καὶ ψυχοδήκτης δάκνεται θὴρ τὴν καρδίαν.
Ἔμοιγε κλῆσις Θέκλα· πατρὶς Βιζύη.
Γάζης τόπος θέατρον, ἆθλον θὴρ δάκνων.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Εὐτυχιανοῦ τοῦ στρατιώτου καὶ Στρατηγίου, διὰ πυρὸς τελειωθέντων.
Ὁ
ὅσιος Θεοφάνης ὁ νέος καὶ θαυματουργός, ὁ ἐν τῷ ὄρει τῆς κατὰ
Μακεδονίαν Ναούσης ἀσκήσας, οὗ καὶ τὸ λείψανον ἐν τῇ Ναούσῃ ἤδη ἐστίν,
ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Εὐτυχιανὸς καίεται, κρίνας μέγα
Τὴν καῦσιν εὐτύχημα, μικρὸν τὸ πάθος.
Ὁ Στρατήγιος, Χριστὸν ὡς ὅπλον φέρων,
Κατεστρατήγει καὶ πυρᾶς διηρμένης.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Πηγή: Μηναῖον Αὐγούστου & glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου