Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀγαθονίκου καὶ τῶν
σὺν αὐτῷ, Ζωτικοῦ Ζήνωνος, Θεοπρεπίου, Ἀκινδύνου καὶ Σεβηριανοῦ.
Στίχοι
Ἀγαθονίκου κλῆσις ἀψευδεστάτη,
Χρηστὴν βοῶσα τοῦδε νίκην ἐκ ξίφους.
Τρεῖς καρτεροῦντες μηχανήματος βίαν,
Τὰς μηχανὰς λύουσι τοῦ παμμηχάνου.
Ἐν μάρτυσι τμηθεῖσιν αὐχένα ξίφει,
Σεβηριανὸς τάττεται τμηθεὶς ξίφει.
Ἰδοὺ παρ᾽ ἡμῖν καὶ Κυρηναῖος νέος,
Οὐκ ἀγγαρευθείς, ἀλλ' ἑκὼν Σταυρὸν φέρων.
Ἔκτανε δευτερίῃ ξίφος εἰκάδι Ἀγαθόνικον.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας μάρτυρος Ἀνθούσης καὶ Ἀθανασίου Ἐπισκόπου,
τοῦ βαπτίσαντος αὐτήν, καὶ Χαρησίμου καὶ Νεοφύτου τῶν οἰκετῶν αὐτῆς.
Στίχοι
Ἀνθῆσαν ἐκ γῆς τῆς Σελευκείας ῥόδον,
Ἀνθοῦσαν ἐδρέψαντο χεῖρες Ἀγγέλων.
Ἀθανάσιος κἂν τεθνήξωμαι ξίφει,
Τοῖς ζῶσι Χριστοῦ ζῶν τετάξομαι φίλοις.
Δοῦλοι δύο τμηθέντες, εὗρον οἱ δύο
Τὴν εὐγένειαν, ἣν ἀπώλεσαν πάλαι.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι μάρτυρες Εἰρηναῖος, Ὤρ καὶ Ὄροψις ξίφει τελειοῦνται.
Στίχοι
Ξίφει τριὰς τμηθεῖσα, τριστάτας πλάνης,
Βυθῷ καλύπτει τῶν ἑαυτῆς αἱμάτων.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Πηγή: Μηναῖον Αὐγούστου & glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου