ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ
ᾨδή α΄, ἦχος α’ - ᾨδήν ἐπινίκιον
Ὁ ἁμαρτωλός πρός τήν Θεοτόκον
Δοχεῖον τῆς φύσεως τῆς ἀχωρήτου, Χριστόν ἐκδυσώπησον, ἵνα πυρός ρύσηται τοῦ ἀφεγγοῦς με ἁγνή, καί ἀναδείξῃ κοινωνόν τῆς Βασιλείας αὐτοῦ.
Ἡ Θεοτόκος πρός τόν Χριστόν
Ἐμήν δέξαι δέησιν Υἱέ καί Λόγε, καί ρῦσαι κολάσεως τόν βοῶντα δοῦλόν σου, πρός με ἐκ βάθους ψυχῆς, καί καταξίωσον αὐτόν τῆς βασιλείας σου.
Ὁ Χριστός πρός τήν Θεοτόκον
Σύ Μῆτερ ἐλέους με πηγήν γινώσκεις˙ καί γάρ τούς καθ’ ὥραν μοι τῷ Δεσπότῃ πταίοντας, ἁμαρτωλούς ἐλεῶ˙ ἀλλ’ οὗτος λίαν με αἰσχροῖς, παραπικραίνει κακοῖς.
Ἡ Θεοτόκος πρός τόν ἁμαρτωλόν
Πολλοῖς παραπτώμασι καί ἀτοπίαις, αἰσχραῖς παρεπίκρανας, τόν Υἱόν μου˙ ὅθεν σοι, εἰς ἀγανάκτησιν νῦν, κεκίνηται καί εἰς ὀργήν ἡ εὐσπλαγχνία αὐτοῦ.
ᾨδή γ’ - Τῷ πρό τῶν αἰώνων
Ὁ ἁμαρτωλός πρός τήν Θεοτόκον
Ὅλον μου τόν βίον, ἀληθῶς ἐν κακοῖς ἐδαπάνησα˙ καί διά τοῦτό σοι κραυγάζω, τόν Υἱόν σου δυσώπει, ἁγνή ἵνα ὡς τόν ἄσωτον, ἀνακαλέσῃ καί σώσῃ με νῦν, κείμενον τοῖς πταίσμασιν.
Ἡ Θεοτόκος πρός τόν Χριστόν
Ἵλαθι Παντάναξ, ὁ τεχθείς απορρήτως ἐκ μήτρας μου, καί κατοικτείρησον σόν δοῦλον, ὡς τόν ἄσωτον πάλαι, υἱόν καί δεῖξον πανάγαθε, τῆς δεξιᾶς παραστάτην τῆς σῆς, ἐν ἡμέρᾳ κρίσεως.
Ὁ Χριστός πρός τήν Θεοτόκον
Νουνεχῶς ὦ Μῆτερ, ἐκβοῶ σοι κἀγὼ ἐπακούσαί μου· ὁ ἀσωτίαις ἐμβιώσας, ἐν θερμῇ μετανοίᾳ, ἐλθὼν ἔκραζε τὸ ἥμαρτον, ἀλλ’ οὗτος κἄν σοι βοᾷ μεταγνούς, ἐν ὑστέροις ψεύδεται.
Ἡ Θεοτόκος πρός τόν ἁμαρτωλόν
Ἅ μοι ἔφης εἶπον, τῷ Υἱῷ μου κραυγάζουσα ἵνα σε, καταξιώση Βασιλείας, ἀλλ’ αὐτός μοι ἀντέφη· θερμῇ πίστει οὐ προσῆλθέ μοι, καὶ διὰ τοῦτο ἐκπέμπω αὐτὸν ἀπὸ τοῦ προσώπου μου.
Ὠδὴ δ’ - Ἐν Πνεύματι προβλέπων
Ὁ ἁμαρτωλός πρός τήν Θεοτόκον
Νοήσας ὦ Παρθένε τὴν δύναμιν τὴν σήν, μετὰ δέους κράζω σοι τῇ μόνῃ ἀγαθῇ· εἰ καὶ μετάνοιαν ὅλως θερμὴν οὐκ ἔχω, ἀλλὰ ταῖς σαῖς πρὸς τὸν Δεσπότην ἱκεσίαις, δίδου μοι τελείαν διόρθωσιν.
Ἡ Θεοτόκος πρός τόν Χριστόν
Ἐπάκουσον ὁ φύσει φιλάνθρωπος, Θεός, τῆς μητρός σου Δεσπότα βοώσης ἐκτενῶς· καὶ τὸν σὸν δοῦλον ἐκλύτρωσαι καταδίκης, εἰ δὲ καὶ πίστιν οὐ κέκτηται τὴν τελείαν, ταύτην ὡς Θεὸς αὐτῷ δώρησαι.
Ὁ Χριστός πρός τήν Θεοτόκον
Ὑπόθεσιν, ὦ Μῆτερ αὐτῷ παντοδαπήν, τοῦ σωθῆναι δέδωκα, ἀλλ’ οὗτος οὐκ ἐᾷ τὰς ἁμαρτίας εἰσῆλθε καὶ ἐν θανάτῳ· καὶ διὰ τοῦτο οὐδὲ δύναται σωθῆναι, ἕως οὗ εἰς πῦρ ἀπελεύσεται.
Ἡ Θεοτόκος πρός τόν ἁμαρτωλόν
Σὲ νῦν ἐπιγινώσκω αἰτίαν τῆς σαυτοῦ, ἀπωλείας ὥς φησι ὁ θεῖός μου Υἱός· σύ γὰρ κατάκεισαι ὅλως τῇ ἁμαρτίᾳ, καὶ παρεδόθης τελείως τῇ ῥᾳθυμίᾳ, τὶς ἐξαναστήσει σε κείμενον;
Ὠδή ε’ - Θεὸς ὤν εἰρήνης
Ὁ ἁμαρτωλός πρός τήν Θεοτόκον
Ὁδοὺς μετανοίας, Παρθένε ποθῶ, διατρίβειν ἀεὶ τὰς φερούσας με, ζωὴν πρὸς ἀτελεύτητον ἀλλ’ αὖθις τὰ δεινά, συστήματα δαιμόνων, καθέλκουσι κρημνίσαι, εἰς βυθὸν ἁμαρτίας, καὶ ἀπωλείας δεινὸν βόρβορον.
Ἡ Θεοτόκος πρός τόν Χριστόν
Νεκρώσας τὸν θάνατον, Σῶτερ τὸ πρίν, τὸν Ἀδὰμ τῶν δεσμῶν ἠλευθέρωσας· διὸ καὶ νῦν τὸν δοῦλον σου, Υἱέ μου δυσωπῶ, ἑξάρπασον δαιμόνων τῶν ἐπηρεαζόντων· αὐτοὶ γὰρ οὐκ ἐῶσι, μετανοῆσαί τινα πώποτε.
Ὁ Χριστός πρός τήν Θεοτόκον
Πανύμνητε Μῆτερ, βοῶ σοι κἀγώ, προσευχῇ καὶ νηστείᾳ ἐξέρχονται, τὰ πλήθη τὰ παμπόνηρα, δαιμόνων ἐξ αὐτοῦ· ἀλλ’ οὗτος ἐγκρατείᾳ, δεήσει καὶ ἁγνεία, μὴ καθάρας τὸ σῶμα, δαιμόνων φεῦ γέγονε σπήλαιον.
Ἡ Θεοτόκος πρός τόν ἁμαρτωλόν
Ῥημάτων τῶν πρὶν τοῦ Υἱοῦ μου καλῶς, ἐνωτίζου καὶ γνῶθι τὰ δέοντα· ἡνίκα γὰρ οὐκ ἴσχυσαν οἱ τούτου μαθηταί, τὸ πνεῦμα ἐκδιῶξαι, ἐβόα τούτοις λέγων· προσευχῇ καὶ νηστείᾳ, δαιμόνων γένος ἐκδιώκεται.
Ὠδὴ ς’ - Τὸν Προφήτην Ἰωνᾶν
Ὁ ἁμαρτωλός πρός τήν Θεοτόκον
Οὐ ῥημάτων εὐπορῶ, ἀρετῶν τε ἀπορῶ, οὐ γὰρ στέργω προσευχήν, καὶ νηστείαν ἐκτελεῖν, Θεόνυμφε· καὶ διὰ τοῦτο πρὸς σὲ κατέφυγον.
Ἡ Θεοτόκος πρός τόν Χριστόν
Σύνες εὔσπλαγχνε Υἱέ, σῆς Μητρὸς ἐκδυσωπῶ, ὁ προστρέχων ἐπ’ ἐμέ, χρηστῶν ἔργων ἀπορεῖ, καὶ κράζει μοι· οὐκ ἔχω πλὴν σου ἐλπίδα Δέσποινα.
Ὁ Χριστός πρός τήν Θεοτόκον
Λιτανεύουσα θερμῶς, παῦσαι Μῆτερ τοῦ λαλεῖν, καὶ γὰρ οὖτος ἀφορῶν, ὅτι εὔσπλαγχνός εἰμι, μολύνεται· μὴ ἐπιβλέπων εἰς τὴν ὀργὴν τὴν ἐμήν.
Ἡ Θεοτόκος πρός τόν ἁμαρτωλόν
Ἱκετεύω ὑπὲρ σοῦ, τὸν Υἱόν μου καὶ Θεόν, ἵνα τύχῃς ἱλασμοῦ, ἀλλ’ αὐτός μοι ἐκβοᾷ, τοῦ παύσασθαι· καὶ μὴ πρεσβεύειν εἰς τὸ σωθῆναί σε.
Ὠδὴ ζ’ - Οἱ παῖδες εὐσεβείᾳ
Ὁ ἁμαρτωλός πρός τήν Θεοτόκον
Τὴν πᾶσάν μου ἐλπίδα, ἐπὶ σὲ ἀνατίθημι Δέσποινα· καὶ μὴ ἀπώσῃ εἰς βυθόν, ἀπωλείας με τὸν δείλαιον, ἀλλ’ ἀνάστρεψον τῷ σῷ βοῶσα πάλιν Υἱῷ· μὴ ἀπολέσῃς τὸ πλάσμα τῶν χειρῶν σου.
Ἡ Θεοτόκος πρός τόν Χριστόν
Ἀμέτρητον ὡς ἔχων, εὐσπλαγχνίας τὸ πέλαγος Δεσπότα· δέξαι με πάλιν δυσωπῶ, σὲ τὸν μόνον εὐδιάλλακτον, καὶ οἰκτείρησον τῶν σῶν χειρῶν τὸ ποίημα· ὁ οἰκτειρήσας ποτὲ τὴν Χαναναίαν.
Ὁ Χριστός πρός τήν Θεοτόκον
Ἱλάσκομαι καὶ σῴζω, τὸν ἐν πόθῳ, πολλῷ προσερχόμενον· καὶ γὰρ οὐ θέλω τὸ ἐμόν, ἀπολέσθαι πλάσμα πώποτε, εἰς τὸ σῶσαι γὰρ αὐτό, ὅλος ἐτέχθην ἐκ σοῦ· ἀλλ’ οὗτος πόρρω τῶν ἔργων μου ὑπάρχει.
Ἡ Θεοτόκος πρός τόν ἁμαρτωλόν
Σοφία τοῦ Ὑψίστου προϋπάρχων, ὁ Υἱός μου γέγονεν, ἄνθρωπος ὅλος ἐξ ἑμοῦ, ἵνα σώσῃ τοὺς φυλάσσοντας, μετὰ πίστεως θερμῆς τὸ θεῖον βάπτισμα· ἀλλὰ σὺ τούτων ἀμέτοχος ἐδείχθης.
Ὠδὴ η’ - Ὃν φρίττουσιν Ἄγγελοι
Ὁ ἁμαρτωλός πρός τήν Θεοτόκον
Θαρρήσας προσῆλθόν σοι Παρθένε θεωρῶν, τὸν σὸν Υἱὸν σώσαντα, τὴν πόρνην καὶ λῃστήν· αὐτοὶ γὰρ νομίμως οὐδὲν ἔργον χρηστόν, ἔπραξαν ἐν βίῳ, ἀλλ’ ἔτυχον συγγνώμης.
Ἡ Θεοτόκος πρός τόν Χριστόν
Ἐξ ὕψους ἐπίβλεψον εἰσάκουσον τῆς σῆς, Μητρὸς δεομένης σου καὶ ῥῦσαι τοῦ πυρός, τὸν δοῦλον σου τοῦτον ὡς τὴν πόρνην τὸ πρίν, καὶ ὡς ἐλυτρώσω λῃστὴν ἐν τῷ σταυρῷ σου.
Ὁ Χριστός πρός τήν Θεοτόκον
Ὁ πάλαι κρεμάμενος λῃστὴς ἐν τῷ σταυρῷ, ἐν πίστει ἐκραύγαζε τὸ μνήσθητι κἀμοῦ· ἡ πόρνη δὲ πάλιν τῶν δακρύων πηγάς, ἔβλυζεν ἀλλ’ οὗτος, αὐτοῖς οὐχ ὡμοιώθη.
Ἡ Θεοτόκος πρός τόν ἁμαρτωλόν
Δακρύουσαν σέσωκε τὴν πόρνην ὁ Χριστός· ὡσαύτως πιστεύσαντα λῃστὴν ἐν τῷ σταυρῷ· εἰ οὖν θέλεις ἄρτι σωτηρίας τυχεῖν, πρόσδραμε Κυρίῳ σὺν δάκρυσι καὶ πίστει.
Ὠδὴ θ’ - Τὴν φωτοφόρον νεφέλην
Ὁ ἁμαρτωλός πρός τήν Θεοτόκον
Ὤφθην ἁπάντων ἀνθρώπων, ἁμαρτωλότερος Κόρη, καὶ διὰ τοῦτο προσελθεῖν, τῷ Υἱῷ σου αἰδοῦμαι· ἀλλὰ δυσώπησον αὐτόν, καὶ ἵλεων ποίησον τοῦ δέξασθαι, ἐν θερμῇ με τῇ πίστει καὶ ἐν πόθῳ προσερχόμενον αὐτῷ.
Ἡ Θεοτόκος πρός τόν Χριστόν
Ῥῦσαι κολάσεως Λόγε, τὸν προσελθόντα σοι δοῦλον, καὶ μὴ μνησθῇς ἀνομιῶν, τῶν αὐτοῦ δυσωπῶ σε· εἰ γὰρ καὶ ἥμαρτε Σωτήρ, ἀλλά μοι προσπέφευγε καὶ δέομαι· δι’ ἐμὲ τοῦτον δέξαι ὁ τοῖς πᾶσι, τὰ αἰτήματα πληρῶν.
Ὁ Χριστός πρός τήν Θεοτόκον
Οὔκ ἐστιν ἄξιος Μῆτερ, ὁ προσφυγών σοι ἐλέους· καὶ γὰρ ἀνθρώπων με οὐδείς, ὡς αὐτὸς παροργίζει· ἀλλὰ πρεσβείαις σου σεπταῖς, αὐτὸν τῆς κολάσεως ἀμέτοχον, ἐν τῇ κρίσει ποιήσω εἰ προσάξει, μετανοίας μοι καρπούς.
Ἡ Θεοτόκος πρός τόν ἁμαρτωλόν
Ὑπὸ τὸν ἅδην ὑπάρχων, ἀνεβιβάσθης πρὸς ὕψος, ταῖς πρὸς τὸν θεῖόν μου Υἱόν, ἱκεσίαις καὶ πρόσχες· μὴ τοῖς προτέροις σου δεινοῖς, ἐμπέσῃς ἐγκλήμασιν ἀλλ’ ἄπελθε, εἰς ὀδοὺς μετανοίας, μήπως πάλιν, τῇ γεέννῃ ἐμβληθῇς.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου