«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Δευτέρα 15 Αυγούστου 2022

Τῆς Κοιμήσεως καὶ Μεταστάσεως τῆς Ὑπεραγίας Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας

 


 

Εἰς τὸν Στίχον Ἰδιομελα
Ἦχος δ'

Δεῦτε ἀνυμνήσωμεν λαοί, τὴν Παναγίαν Παρθένον ἁγνήν, 

ἐξ ἧς ἀρρήτως προῆλθε, σαρκωθεὶς ὁ Λόγος τοῦ Πατρός, 

κράζοντες καὶ λέγοντες· Εὐλογημένη σὺ ἐν γυναιξί, 

Μακαρία ἡ γαστήρ, ἡ χωρήσασα Χριστόν. 

Αὐτοῦ ταῖς ἁγίαις χερσί, τὴν ψυχὴν παραθεμένη, 

πρέσβευε ἄχραντε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.


Στίχ. Ἀνάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν σου.
 

Τὴν πάνσεπτόν σου Κοίμησιν, Παναγία Παρθένε ἁγνή, 

τῶν Ἀγγέλων τὰ πλήθη ἐν οὐρανῷ, 

καὶ ἀνθρώπων τὸ γένος ἐπὶ τῆς γῆς μακαρίζομεν, 

ὅτι Μήτηρ γέγονας τοῦ Ποιητοῦ τῶν ἁπάντων Χριστοῦ τοῦ Θεοῦ. 

Αὐτὸν ἱκετεύουσα, ὑπὲρ ἡμῶν μὴ παύσῃ δεόμεθα, 

τῶν εἰς σὲ μετὰ Θεόν, τὰς ἐλπίδας θεμένων, 

Θεοτόκε πανύμνητε, καὶ ἀπειρόγαμε.
 

Στίχ. Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν.
 

Δαυϊτικὴν ᾠδὴν σήμερον λαοί, ᾄσωμεν Χριστῷ τῷ Θεῷ. 

Ἀπενεχθήσονται φησί, τῷ Βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, 

ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει. 

Ἡ γάρ ἐκ σπέρματος Δαυΐδ, δι' ἧς ἡμεῖς ἐθεώθημεν, 

ἐν ταῖς χερσὶ τοῦ ἑαυτῆς Υἱοῦ καὶ Δεσπότου, 

ἐνδόξως καὶ ὑπὲρ λόγον μετατίθεται, 

ἣν ὡς Μητέρα Θεοῦ ἀνυμνοῦντες βοῶμεν καὶ λέγομεν· 

Σῶσον ἡμᾶς, τοὺς ὁμολογοῦντας σε Θεοτόκε, 

ἀπὸ πάσης περιστάσεως, καὶ λύτρωσαι κινδύνων 

τὰς ψυχὰς ἡμῶν. 


Δόξα... Καὶ νῦν...

 

Ἦχος δ'
 

Ὅτε ἐξεδήμησας Θεοτόκε Παρθένε, 

πρὸς τὸν ἐκ σοῦ τεχθέντα ἀφράστως, 

παρῆν Ἰάκωβος ὁ Ἀδελφόθεος, καὶ πρῶτος, Ἱεράρχης, 

Πέτρος τε ἡ τιμιωτάτη κορυφαία τῶν θεολόγων ἀκρότης, 

καὶ σύμπας ὁ θεῖος τῶν Ἀποστόλων χορός, 

ἐκφαντορικαῖς θεολογίαις ὑμνολογοῦντες, 

τὸ θεῖον καὶ ἐξαίσιον, τῆς Χριστοῦ τοῦ Θεοῦ οἰκονομίας μυστήριον, 

καὶ τὸ ζωαρχικόν, καὶ θεοδόχον σου σῶμα κηδεύσαντες, 

ἔχαιρον πανύμνητε. Ὕπερθεν δὲ αἱ πανάγιαι καὶ 

πρεσβύταται τῶν Ἀγγέλων Δυνάμεις, 

τὸ θαῦμα ἐκπληττόμεναι, κεκυφυῖαι ἀλλήλαις ἔλεγον· 

Ἄρατε ὑμῶν τὰς πύλας, καὶ ὑποδέξασθε τὴν τεκοῦσαν, 

τὸν οὐρανοῦ καὶ γῆς Ποιητήν, δοξολογίαις τε ἀνυμνήσωμεν, 

τὸ σεπτὸν καὶ ἅγιον σῶμα, 

τὸ χωρῆσαν τὸν ἡμῖν ἀθεώρητον καὶ Κύριον. 

Διόπερ καὶ ἡμεῖς τὴν μνήμην σου ἑορτάζοντες, 

ἐκβοῶμέν σοι· Πανύμνητε, Χριστιανῶν τὸ κέρας ὕψωσον, 

καὶ σῶσον τὰς ψυχὰς ἡμῶν. 

 

Πηγή: Μηναῖον Αὐγούστου &  glt.goarch.org

Δεν υπάρχουν σχόλια: