Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Σαμαρίνης
τὸν γόνον εὐσεβῶν τὸ κραταίωμα,
τὸν νεοφανῆ Ἀθλοφόρον, τοῦ Σωτῆρος Δημήτριον,
τιμήσωμεν συμφώνως οἱ πιστοί·
ἀθλήσας γὰρ στερρῶς ὑπὲρ Χριστοῦ,
Ἐκκλησίας ἀνεδείχθη νέος ἀστήρ,
καὶ τῶν βοώντων πρόμαχος·
δόξα τῷ δεδωκότι σοι ὀσχύν,
δόξα τῷ σὲ θαυμαστώσαντι,
δόξα τῷ ἐκλπηροῦντι διὰ σοῦ,
ἡμῶν τὰ αἰτήματα.
Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ἡ
ἁγία μνήμη σου ἁγιασμὸν χορηγοῦσα,
τοῖς πιστοῖς ἐπέφανεν, Ὁσιομάρτυς Κυρίου·
βίῳ γὰρ, καὶ λόγῳ θείῳ πιστοὺς στηρίξας,
ἤθλησας, ὑπὲρ τῆς δόξης Χριστοῦ ἀνδρείως,
καὶ θεόθεν ἐκοσμήθης, διπλῷ στεφάνῳ μάκαρ Δημήτριε.
Μεγαλυνάριον.
Χαίροις
τῆς Ἠπείρου θεῖος βλαστός,
χαίροις Θεσσαλίας, λαμπαδοῦχος ὁ φαεινός·
χαίροις ὁ ἀθλήσας, στερρῶς ὑπὲρ Κυρίου,
Ὁσιομάρτυς χαῖρε, Χριστοῦ Δημήτριε.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου