Ἦχος πλ.β΄. Ὅλην ἀποθέμενοι.
Νόννα
ἀξιόθεε, μῆτερ ἡμῶν πανοσία,
τὰς ἁγίας χεῖράς σου, ἔκτεινον πρὸς Κύριον τὸν Φιλάνθρωπον,
καὶ ψυχῶν αἴτησαι, ἄφεσιν σφαλμάτων,
τὴν ὑγιείαν δὲ τοῖς σώμασι, καὶ ἐν ταῖς θλίψεσι,
τὴν ὑπομονὴν τὴν εὐχάριστον·
συζύγους ἐξαγίασον, τέκνα ἐν εἰρήνῃ εὐλόγησον,
ἵνα τοῦ Δεσπότου, τηροῦντες ἐντολὰς ζωοποιούς,
τῆς Βασιλείας γενώμεθα, οὐρανῶν συμμέτοχοι.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥῶσιν
δίδου νοσοῦσιν, τὴν ὑγιείαν ὡς δῶρον αὐτοῖς παρέχουσα,
τοῖς δὲ συζύγοις, Νόννα, ἀγάπην καὶ εἰρήνην, ἀναφαίρετον χάρισαι,
ὅπως ὑμνῶμεν Χριστόν, τὸν ἁγιάσαντά σε.
Ἱλαρότητι τρόπων, ποθητὴ τοῖς ἀνθρώποις, Νόννα, γεγένησαι,
καὶ τῇ φιλοπτωχείᾳ, σὺν ἐλεημοσύνῃ, ἐμιμήσω τὸν Κύριον,
Ὃν ἐκδυσώπει ἀεί, ψυχήν μου ἐλεῆσαι.
Τῇ γλυκύτητι, Νόννα, τὸν ὁμόζυγον πλάνης ὁδοῦ διέσωσας,
καὶ θεῖον ποιμενάρχην, ἶδες λαοῦ Κυρίου, μεθ’ οὗ πρέσβευε πάντοτε,
διαφυλάττειν ἡμᾶς, ἐκ πλάνης ψυχωλέθρου.
Θεοτοκίον
Ὥσπερ
ἄκαρπον δένδρον, ἐκκοπὴν αἰφνιδίαν τρέμω, Θεόνυμφε,
ὅθεν ἐν τέλει βίου, ζῆσαι ἐν μετανοίᾳ, καθαρᾷ με ἀξίωσον,
καὶ ἐν δακρύων ῥοαῖς, τὰ σφάλματα ἐκπλῦναι.
Πηγή: proseyxi.com
_________________________________________________
Ἀπόσπασμα ἀπὸ τὴν Παράκληση στὴν Ἁγία Νόννα, ποίημα Ἀθανασίου Ἱερομονάχου Σιμωνοπετρίτου
https://www.proseyxi.com/paraklisi-eis-tin-agia-nonna/
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου