«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τρίτη 9 Αυγούστου 2022

Τοῦ Ἁγίου Ἀποστόλου Ματθία


  

 Κανών α', ᾨδὴ ε', τοῦ Ἀποστόλου
Ἦχος πλ. δ'
Ἵνα τὶ με ἀπώσω ΤΟ ΑΚΟΥΤΕ
Ὡς πολύφορον κλῆμα, ἡ ἀληθινὴ σε ἐξέτεινεν ἄμπελος, 

γεωργοῦντα βότρυν, τὸν προχέοντα οἶνον σωτήριον, 

ὃν πιόντες Μάκαρ, οἱ συσχεθέντες ἀγνωσίᾳ, 

τῆς ἀπάτης τὴν μέθην ἀπέρριψαν.



Μαθητῶν δωδεκάδος, ὤφθης συμπληρῶν τὸν χορὸν τὸν μακάριον,

 ἐξ οὗ ὁ προδότης, ἑαυτὸν ἀπορρίψας ἐκέρδησε, 

τὴν πικρὰν ἀγχόνην, κατὰ Χριστοῦ ἐπάρας πτέρναν, 

μυστολέκτα Ματθία Ἀπόστολε.


Ἅλας θεῖον ἐβλήθης, Μάκαρ εἰς τὸν κόσμον Ματθία Ἀπόστολε, 

σηπεδόνα πλάνης, ἐκκαθαίρων νοστίμοις διδάγμασιν,

 ἐκδιώκων νόσους, καὶ ἀπελαύνων μαλακίας, 

τῶν ψυχῶν καὶ τῶν σωμάτων πανεύφημε.


Θεοτοκίον
Τοὺς ἀμόρφους χιτῶνας, καὶ τὴν παλαιὰν ἐξεδύσατο νέκρωσιν,

 ὁ Ἀδὰμ Παρθένε, τῷ ἀχράντῳ σου τόκῳ Θεόνυμφε, 

καὶ στολὴν ἁγίαν, ἀληθινὴν μετημφιέσθη, 

μηδαμῶς ῥυπουμένην παθήμασιν. 

 

 Πηγή: Μηναῖον Αὐγούστου &  glt.goarch.org

 

 

 

Δεν υπάρχουν σχόλια: