«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Πέμπτη 15 Σεπτεμβρίου 2022

15η Σεπτεμβρίου


 

  Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν


Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, Ἄθλησις τοῦ Ἁγίου Μεγαλομάρτυρος Νικήτα.
Στίχοι
Φλέγῃ, Νικῆτα, καὶ γίνῃ νικηφόρος,
Ἤ μᾶλλον εἰπεῖν, πυρφόρος νικηφόρος.
Πέμπτῃ καὶ δεκάτῃ καμίνῳ βλήθη Νικήτας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Φιλοθέου Πρεσβυτέρου καὶ θαυματουργοῦ.
Στίχοι
Ζήσας ὁ Φιλόθεος ὡς Θεῷ φίλος.
Ζωὴν ἄληκτον εὗρε σύν Θεῷ φίλοις.


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Πορφυρίου τοῦ ἀπὸ Μίμων.
Στίχοι
Βάπτισμα παῖξαι προτραπείς, παίζεις πλάνην,
Ῥύπτῃ δὲ Πορφύριε, καὶ τέμνῃ ξίφει.


Τῇ αὐτῇ ἡμέρᾳ, Ἡ εὕρεσις τοῦ λειψάνου τοῦ Ἁγίου Ἀκακίου Ἐπισκόπου Μελιτηνῆς.
Στίχοι
Τιμῶντες ἡμεῖς εὕρεσιν σοῦ λειψάνου,
Εὔροιμεν Ἀκάκιε τῶν κακῶν λύσιν.


Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Μάξιμος ξίφει τελειοῦται.
Στίχοι
Χριστὸν θεωρῶν σοι προτείνοντα στέφος,
Τὴν σὴν προτείνεις Μάξιμε ξίφει κάραν.


Τῇ αὐτῇ ἡμέρᾳ, αἱ Ἅγιαι δύο Κόραι ξίφει τελειοῦνται.
Στίχοι
Γνώμην ἔχουσαι καὶ προθυμίαν μίαν,
Κόραι δύο κλίνουσιν αὐχένας ξίφει.


Τῇ αὐτῇ ἡμέρᾳ, Ἡ εὕρεσις τοῦ λειψάνου τοῦ Ἁγίου Πρωτομάρτυρος Στεφάνου.
Στίχοι
Εὕρημα κοινὸν ὁ Στέφανος τῇ κτίσει,
Θεοῦ μεγίστου πρωταγωνιστὴς μέγας.


Ὁ ἐν ἁγίοις πατὴρ ἡμῶν Βησσαρίων ἀρχιεπίσκοπος Λαρίσσης ἐν εἰρήνῃ τελειοῦται.


ὅσιος Γεράσιμος, ὁ κτίτωρ τῆς μονῆς τῆς ἁγίας Τριάδος τῆς ἐπονομαζομένης Σουρβιᾶς, τῆς παρὰ τὴν Μακρυνίτσαν τῆς Ζαγορᾶς, ἐν εἰρήνῃ τελειοῦται.


ἅγιος νεομάρτυς, Ἰωάννης ὁ Κρής, ὁ μαρτυρήσας ἐν τῇ νέᾳ Ἐφέσῳ κατὰ τὸ 1811, ξίφει τελειοῦται.


Ταῖς τῶν σῶν Μαρτύρων εὐχαῖς, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

 Πηγή: Μηναῖον Σεπτεμβρίου &  glt.goarch.org

 

 

 

Δεν υπάρχουν σχόλια: