Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ Ἰσαποστόλου Θέκλης.
Στίχοι
Αὐτὸς σε σῴζει Θέκλα ῥήξας τὴν πέτραν,
Οὗ τῷ πάθει πρὶν ἐρράγησαν αἱ πέτραι.
Πέτρη ἀμφὶ τετάρτην εἰκάδα δέξατο Θέκλην.
Στίχοι
Αὐτὸς σε σῴζει Θέκλα ῥήξας τὴν πέτραν,
Οὗ τῷ πάθει πρὶν ἐρράγησαν αἱ πέτραι.
Πέτρη ἀμφὶ τετάρτην εἰκάδα δέξατο Θέκλην.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κοπρίου.
Στίχοι
Οὐκ ἦν ὁ Κόπρις κόπρις, ἀλλ' ἄλλος βότρυς,
Καλὸν κυπρισμὸν προσφέρων τῷ Κυρίῳ.
Μνήμη
τοῦ γεγονότος θαύματος παρὰ τῆς Θεομήτορος ἐν τῇ νήσῳ Κυθήρων, ἔνθα ἡ
ἐν τοῖς μυρτιδίοις εὑρεθεῖσα εἰκὼν τῆς Θεοτόκου ἤγειρε τὸν παράλυτον.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Πηγή: Μηναῖον Σεπτεμβρίου & glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου