Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Γ´ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀνθίμου, Ἐπισκόπου Νικομηδείας.
Στίχοι
Τμηθεὶς κεφαλὴν Μάρτυς Ἄνθιμε ξίφει,
Καὶ νεκρὸς ἀνθεῖς εἰς Θεοῦ δόξαν τρίχας.
Ἄνθιμον ἐν τριτάτῃ ἀπέκτεινε ξίφος ὀξύ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοκτίστου, συνασκητοῦ τοῦ Μεγάλου Εὐθυμίου.
Στίχοι
Εἰδὼς σὸν εἶναι τὸν Θεὸν Κτίστην, Πάτερ,
Αὐτὸν πρὸ πάντων ἐξελέξω κτισμάτων.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ζήνων, ἐν λέβητι μολύβδου κοχλάζονος βληθείς, τελειοῦται.
Στίχοι
Ζήνων ὁ θεῖος τοῦ Θεοῦ πόθῳ ζέων,
Χαίρων ὑπῆλθε τοῦ μολύβδου τὸ ζέον.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Βασίλισσα, θηριομαχήσασα καὶ μηδὲν βλαβεῖσα, τελειοῦται.
Στίχοι
Ὀφθεῖσα Βασίλισσα φρικτὴ θηρίοις,
Φρικτῷ παρέστη παμβασιλέως θρόνῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀριστίων, Ἐπίσκοπος Ἀλεξανδρείας, πυρὶ τελειοῦται.
Στίχοι
Ὡς εἰς ἄριστον τὴν πυρὰν σπεύδων τρέχεις,
Χριστοῦ ἄριστε Μαρτύρων Ἀριστίων.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Χαρίτων, ἐν ἀσβέστου βόθρῳ βληθείς, τελειοῦται.
Στίχοι
Εἰσδὺς Χαρίτων εἰς τὸν ἀσβέστου βόθρον,
Ἄσβεστον εὗρε φῶς ἀκηράτου τόπου.
Ὁ ἅγιος μάρτυς Ἀρχοντίων λιμῷ τελειοῦται.
Ὁ ἅγιος νεομάρτυς Πολύδωρος ὁ ἐν τῇ νέᾳ Ἐφέσῳ μαρτυρήσας κατὰ τὸ 1794, ἀγχόνῃ τελειοῦται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου