Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Λ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Γρηγορίου τῆς μεγάλης Ἀρμενίας.
Στίχοι
Εἰδὼς τό, Γρηγορεῖτε, τοῦ Θεοῦ Λόγου,
Θεοῦ καλοῦντος, γρηγορῶν ὤφθης Πάτερ,
Ἀρμενίης μεγάλης θάνε Γρηγόριος τριακοστή.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων Μαρτύρων γυναικῶν Ῥιψιμίας, Γαϊανῆς, καὶ ἑτέρων λβ' Ὀσιομαρτύρων γυναικῶν καὶ παρθένων.
Στίχοι
Ἤλγει σπαθισμοῖς οὐδαμῶς Ῥιψιμία,
Ἄπειρα τούτοις ἀνταριθμοῦσα στέφη.
Γαϊανὴν ἔστεψεν ἄσκησις πάλαι.
Καὶ νῦν ἄθλησις ἡ διὰ ξίφους στέφει.
Τιμᾷ Τριάς, δεκὰς σε τριπλῆ Μαρτύρων,
Σὺν ταῖς δυσὶ θνῄσκουσα σοῦ χάριν ξίφει.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων ἑβδομήκοντα Μαρτύρων, τῶν συναναιρεθέντων τῇ ἁγίᾳ Ῥιψιμίᾳ, καὶ μνήμη τῶν Ὁσίων δύο γυναικῶν.
Στίχοι
Τέθνηκεν, ἀνδρῶν ἑβδομηκοντὰς ξίφει,
Θνῄσκειν ἑτοίμων, εἰ δέοι, καὶ πολλάκις.
Δυὰς γυναικῶν, ἀρεταῖς τεθραμμένων,
Ἀθλητικῷ τμηθεῖσα κοσμεῖται ξίφει.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Μάρτυρος Στρατονίκου.
Στίχοι
Ὁ Στρατόνικος τῷ διὰ ξίφους τέλει,
Ἅπαν στράτευμα δαιμόνων νικᾷ μόνος.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Μάρτυς Μαρδόνιος, ἄνθρακας ἐπὶ τοῦ ὀμφαλοῦ δεξάμενος τελειοῦται.
Στίχοι
Γνώρισμα Μαρδόνιε τοῦ πάθους φέρεις,
Ἐπ' ὀμφαλοῦ σφράγισμα καύσεως φέρων.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ ἅγιοι χίλιοι Μάρτυρες, ξίφει τελειοῦνται.
Στίχοι
Χιλιάριθμος αὐχενοτμήτων φάλαγξ,
Ἔπαθλον εὗρεν οὐκ ἀριθμητὰ στέφη.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Πηγή: Μηναῖον Σεπτεμβρίου & glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου