«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Κυριακή 4 Σεπτεμβρίου 2022

4η Σεπτεμβρίου

 

 Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν

 
Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βαβύλα, Ἐπισκόπου Ἀντιοχείας τῆς μεγάλης, καὶ τῶν σὺν αὐτῷ Ἁγίων τριῶν παίδων, οἳ διὰ ξίφους ἐτελειώθησαν.
Στίχοι
Ὁ Χριστὸν αὐτὸν Βαβύλας θύων πάλαι,
Χριστῷ προθύμως θύεται διὰ ξίφους.
Εἰς τοὺς παῖδας
Στίχοι

Ὑπὲρ μεγίστου Δεσπότου Θεοῦ Λόγου,
Τρέχουσι θερμῶς πρὸς ξίφος τὰ παιδία.
Παῖδας καὶ Βαβύλαν πέφνε ξίφος ἀμφὶ τετάρτην.


Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Βαβύλας, ὁ ἐν Ἀντιοχείᾳ διδάσκαλος, σὺν τοῖς ὑπ᾿αὐτὸν ὀγδοήκοντα τέσσαρσι παισί, ξίφει τελειοῦται.
Στίχοι
Μαθήσεώς σοι μισθὸς ἐκ τῶν παιδίων,
Βαβύλα θεῖε τῆς τομῆς κοινωνία.


Ἅγιος προφήτης Μωϋσῆς ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Οὐκ ἐκ πέτρας νῦν, ουδ᾿ ὀπισθίων μέρει,
Μωσῆ θεωρεῖς, ἀλλ᾿ ὅλον Θεὸν βλέπεις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ἑρμιόνης, μιᾶς τῶν θυγατέρων Φιλίππου τοῦ ἀποστόλου.
Στίχοι
Χωρεῖς πρὸς αὐτοὺς οὐρανοὺς Ἑρμιόνη,
Ἑρμαῖον εὑρηκυῖα τὴν σωτηρίαν.


      Οἱ Ἅγιοι Θεότιμος καὶ Θεόδουλος, οἱ ἀπὸ δημίων πιστεύσαντες, πυρὶ      τελειοῦνται.
Στίχοι
Θεότιμος τέθνηκε σὺν Θεοδούλῳ,
Τιμὴν σὺν αὐτῷ δουλικὴν δοὺς Κυρίῳ.


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Κεντυρίωνος, Θεοδώρου, Ἀμιανοῦ, καὶ Ἰουλιανοῦ, ὁρμωμένων ἐκ κώμης Κανδαύλης.
Στίχοι
Ὁ Κεντυρίων πῦρ πόθου θείου πνέων,
Ψυχὴν προθύμως εἰς τὸ πῦρ ἀποπνέει.

Τριττοῖς ἀθληταῖς, ἡ πυρὰ κλῖμαξ ξένη,
Δι' ἧς ἀνῆλθον οὐρανοῦ πρὸς τὸ πλάτος.


Τῇ αὐτῇ, ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Πετρωνίου, Χαριτίνης, Ζαρβήλου (ἢ Σαρβήλου), Θαθουήλ, καὶ Βεβαίας.
Στίχοι
Τμηθέντες ἄμφω Θαθουὴλ καὶ Βεβαία,
Ζωὴν βεβαίαν εὗρον ἀντ᾿ ἐψευσμένης.

Βέβηλον ὁ Ζάρβηλος οὐ σέβων σέβας,
Ἀνδρῶν βεβήλων χερσὶ βάλλεται λίθοις.


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων τρισχιλίων ἑξακοσίων εἰκοσιοκτὼ Μαρτύρων.


Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

 Πηγή: Μηναῖον Σεπτεμβρίου &  glt.goarch.org

 


Δεν υπάρχουν σχόλια: