Εἰς τὸ τέλος· μὴ διαφθείρῃς· ψαλμὸς ᾠδῆς τῷ ᾿Ασάφ. -
2 ΕΞΟΜΟΛΟΓΗΣΟΜΕΘΑ σοι, ὁ Θεός, ἐξομολογησόμεθά σοι καὶ ἐπικαλεσόμεθα τὸ
ὄνομά σου.
3 διηγήσομαι πάντα τὰ θαυμάσιά σου, ὅταν λάβω καιρόν· ἐγὼ
εὐθύτητας κρινῶ.
4 ἐτάκη ἡ γῆ καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ, ἐγὼ
ἐστερέωσα τοὺς στύλους αὐτῆς. (διάψαλμα).
5 εἶπα τοῖς παρανομοῦσι· μὴ
παρανομεῖτε, καὶ τοῖς ἁμαρτάνουσι· μὴ ὑψοῦτε κέρας,
6 μὴ ἐπαίρετε εἰς
ὕψος τὸ κέρας ὑμῶν καὶ μὴ λαλεῖτε κατὰ τοῦ Θεοῦ ἀδικίαν.
7 ὅτι οὔτε ἐξ
ἐξόδων οὔτε ἀπὸ δυσμῶν οὔτε ἀπὸ ἐρήμων ὀρέων,
8 ὅτι ὁ Θεὸς κριτής ἐστι,
τοῦτον ταπεινοῖ καὶ τοῦτον ὑψοῖ.
9 ὅτι ποτήριον ἐν χειρὶ Κυρίου οἴνου
ἀκράτου πλῆρες κεράσματος. καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο, πλὴν ὁ
τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη, πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς·
10 ἐγὼ
δὲ ἀγαλλιάσομαι εἰς τὸν αἰῶνα, ψαλῶ τῷ Θεῷ ᾿Ιακώβ· καὶ πάντα τὰ κέρατα
τῶν ἁμαρτωλῶν συνθλάσω, καὶ ὑψωθήσεται τὰ κέρατα τοῦ δικαίου.
Ἅγιος Προφητάναξ Δαυΐδ
Πηγή: Παλαιά Διαθήκη & myriobiblos.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου