«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τρίτη 6 Σεπτεμβρίου 2022

Τῆς ἀναμνήσεως τοῦ γεγονότος θαύματος ἐν Κολασσαῖς, ἤτοι ἐν Χώναις, παρὰ τοῦ Ἀρχαγγέλου Μιχαήλ.

 


 

Ἕτερος Κανὼν τοῦ Ἀρχιστρατήγου
Ποίημα καὶ οὗτος Ἰωσὴφ

ᾨδὴ α'

Ἦχος δ'
Τῷ ὁδηγήσαντι πάλαι ΤΟ ΑΚΟΥΤΕ
Τὸν ἀρχηγὸν τῶν Ἀγγέλων, τὸν φωταυγῆ ἥλιον, 

καταυγάζοντα τὴν γῆν, ταῖς τῶν θαυμάτων λαμπρότησι, 

καὶ τὴν ἀχλὺν ἀπελαύοντα, πάντοτε τῶν πειρασμῶν, 

χαρμονικῶς ὑμνολογήσωμεν.



Ὁ τοὺς Ἀγγέλους ποιήσας, φλόγα πυρὸς Κύριε, 

ἀποπληροῦντας δυνατῶς, τὸ σὸν πανάγιον θέλημα, 

μέσον αὐτῶν διαλάμποντα, ἔδειξας ὥσπερ ἀστέρα, 

Μιχαὴλ τὸν ἀρχιστράτηγον.


Ὑμνολογήσωμεν πάντες, τὸν ἀγαθὸν Κύριον, 

τὸν δωρησάμενον ἡμῖν, τεῖχος ἐχθροῖς ἀπροσμάχητον, 

καὶ ἀπερίτρεπτον ἔρεισμα πάντοτε, κινδύνων σῴζοντα ἡμᾶς, 

τόν ἱερὸν Μιχαήλ.



Ἐπιστασίαις σου θείαις, ἀποτελεῖς πάντοτε, 

τὸν θεῖον οἶκόν σου σαφῶς, ἁμαρτωλῶν ἱλαστήριον,

 ἀδικουμένων προσφύγιον, νόσων τε φυγαδευτήριον πασῶν, 

Θεοῦ πρωτάγγελε.



Θραῦσον υἱοὺς τοὺς τῆς Ἄγαρ, διηνεκῶς ἔνδοξε, 

ἐγειρομένους καθ᾿ ἡμῶν, καὶ τῆς αὐτῶν ἡμᾶς λύτρωσαι,

 καὶ προσδοκίας καὶ θλίψεως, ὅπως σε ὡς ἀγαθὸν ἡμῶν ἀεί, 

προστάτην σέβωμεν.


Θεοτοκίον
Ἀκατανόητον θαῦμα, πῶς τοῖς βροτοῖς ἥνωται, 

ὁ ἀκατάληπτος Θεός, ἐκ σοῦ σαρκὶ καθ᾿ὑπόστασιν, 

ἀποτεχθεὶς Ἀπειρόγαμε, σῴζων με τὸν ὑπαχθέντα τῇ φθορᾷ, 

 κλοπῇ τοῦ ὄφεως. 

 

Πηγή:  Μηναῖον Σεπτεμβρίου & glt.goarch.org

Δεν υπάρχουν σχόλια: