Ἦχος β'
Δεῦτε Πιστοί, τὸ ζωοποιὸν ξύλον προσκυνήσωμεν,
ἐν ᾧ Χριστὸς ὁ Βασιλεὺς τῆς δόξης, ἑκουσίως χεῖρας ἐκτείνας,
ὕψωσεν ἡμᾶς εἰς τὴν ἀρχαίαν μακαριότητα, οὕς πρὶν ὁ ἐχθρός,
δι᾿ ἡδονῆς συλήσας, ἐξορίστους Θεοῦ πεποίηκε.
Δεῦτε Πιστοί, ξύλον προσκυνήσωμεν, δι᾿ οὗ ἠξιώθημεν,
τῶν ἀοράτων ἐχθρῶν συντρίβειν τὰς κάρας.
Δεῦτε πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν,
τὸν Σταυρὸν τοῦ Κυρίου ὕμνοις τιμήσωμεν.
Χαίροις Σταυρὲ τοῦ πεσόντος Ἀδὰμ ἡ τελεία λύτρωσις.
Ἐν σοὶ οἱ πιστότατοι Βασιλεῖς ἡμῶν καυχῶνται,
ὡς τῇ σῇ δυνάμει, Ἰσμαηλίτην λαὸν κραταιῶς ὑποτάττοντες.
Σὲ νῦν μετὰ φόβου Χριστιανοὶ ἀσπαζόμενοι,
τὸν ἐν σοὶ προσπαγέντα Θεὸν δοξάζομεν λέγοντες·
Κύριε, ὁ ἐν αὐτῷ σταυρωθείς, ἐλέησον ἡμᾶς,
ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Ἦχος πλ. α'
Δεῦτε
λαοί, τὸ παράδοξον θαῦμα καθορῶντες,
τοῦ Σταυροῦ τὴν δύναμιν προσκυνήσωμεν·
ὅτι ξύλον ἐν Παραδείσῳ θάνατον ἐβλάστησε,
τὸ δέ, τὴν ζωὴν ἐξήνθησεν,
ἀναμάρτητον ἔχον προσηλωμένον τὸν Κύριον,
ἐξ οὗ πάντα τὰ ἔθνη, ἀφθαρσίαν τρυγῶντες κραυγάζομεν·
ὁ διὰ Σταυροῦ θάνατον καταργήσας,
καὶ ἡμᾶς ἐλευθερώσας, δόξα σοι.
Ὁ αὐτὸς
Ἡ
φωνὴ τῶν Προφητῶν σου, Ἡσαΐου καὶ Δαυΐδ,
ἐπληρώθη ὁ Θεός, ἡ λέγουσα·
Ἥξουσι πάντα τὰ ἔθνη Κύριε, καὶ προσκυνήσουσιν ἐνώπιόν σου·
ἰδοὺ γὰρ ὁ λαός, ὅς τῆς σῆς ἀγαθὲ χάριτος πεπλήρωται,
ἐν ταῖς αὐλαῖς σου Ἱερουσαλήμ,
ὁ Σταυρὸν ὑπομείνας ὑπὲρ ἡμῶν,
καὶ τῇ ἀναστάσει σου ζωοποιῶν,
φύλαξον καὶ σῶσον ἡμᾶς.
Πηγή: Μηναῖον Σεπτεμβρίου & glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου