Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Σάλπιγξ
εὔηχος, θείων κριμάτων,
κόσμῳ πέφηνας, ἀναφωνοῦσα,
Ἰωνᾶ τοῖς Νινευΐταις μετάνοιαν·
καὶ συσχεθεὶς ἐν τῷ κήτει προέγραψας,
τὴν τοῦ Σωτῆρος
τριήμερον ἔγερσιν·
ὅθεν πρέσβευε, δοθῆναι τοῖς σὲ γεραίρουσι,
πταισμάτων ἱλασμὸν καὶ μέγα ἔλεος.
Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ἐν
κοιλίᾳ ἔνδοξε, τριημερεύσας τοῦ κήτους,
τοῦ Χριστοῦ τὴν κάθοδον, τοῖς ἐν τῷ Ἅδῃ προφαίνεις·
πάθος γάρ, δεχθεὶς σαρκὶ ἑκὼν ὁ Δεσπότης,
ἔλαμψεν, ἀπὸ τοῦ μνήματος τριημέρως·
διὰ τοῦτό σε Προφῆτα, ὡς τύπον τούτου,
Ἰωνᾶ μέλπομεν.
Μεγαλυνάριον.
Βροντὴ
οὐρανία τῇ Νινευΐ,
ἡ φωνή σου ὤφθη, μετανοίας τὰς ἀπαρχάς,
ταύτῃ προξενοῦσα, ὦ Ἰωνᾶ Προφῆτα,
καὶ παύουσα κακίας, ὁρμὴν τὴν ἄσχετον.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου