«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Δευτέρα 26 Σεπτεμβρίου 2022

Τῆς Μεταστάσεως τοῦ Ἁγίου Ἰωάννου τοῦ Θεολόγου

 


 

 Κανών γ', ᾨδὴ ζ', τοῦ Εὐαγγελιστοῦ
Ἦχος πλ. β'
Δροσοβόλον μὲν τὴν κάμινον ΤΟ ΑΚΟΥΤΕ

 
Τὴν βροντὴν τὴν διηχήσασαν εἰς ἅπαντα, 

τὰ πέρατα ὑμνήσωμεν, τὸν Θεολόγον, 

δι' οὗ πᾶσα ὄντως ἀκοή, ἐμβρόντητος ἤρθη ἀπὸ γῆς, 

καὶ μεγαλύνεται Χριστός, ὁ τοῦ παντὸς Ποιητής.


Ἡ περίβλεπτος τοῦ οἴκου σου εὐπρέπεια, 

πᾶσαν φαιδρύνει ἔννοιαν, 

ἐν ᾧ πάντοτε ἀθροιζόμενοι θεοπρεπῶς, 

ὑμνοῦμεν τὸν πάντων Ποιητήν, 

καὶ εὐφημοῦμέν σε πιστῶς, 

ὄντα προστάτην ἡμῶν.



Φωτοβόλον ὡς ἀστέρα σε γινώσκοντες, 

ταῖς σελασφόροις λάμψεσι, σου φωτίζεσθαι, 

μαθητὰ δεόμεθα Χριστοῦ, 

ῥυόμενοι σκότους τῶν παθῶν, 

καὶ πειρασμῶν παντοδαπῶν τῇ μεσιτείᾳ σου.

 


Θεοτοκίον

 
Εὐλογοῦμεν σε πανάμωμε κυήσασαν, 

εὐλογημένον Κύριον, 

τὸν εὐλογίαις καταστέψαντα ταῖς θεϊκαῖς,

ἐπάρατον φύσιν τῶν βροτῶν, 

καὶ καινουργήσαντα ἡμᾶς, 

παλαιωθέντας φθορᾷ.


 

Καταβασία ΤΟ ΑΚΟΥΤΕ

 
Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, 

ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον. 

Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. 

 

 Πηγή: Μηναῖον  Σεπτεμβρίου &  glt.goarch.org 


 

Δεν υπάρχουν σχόλια: