Ἡ Ἁγία Κασσιανή ἡ Ὑμνογράφος, ἔγραψε τὸ δοξαστικὸ τῶν Ἁγίων πέντε Μαρτύρων (τοῦς τιμοῦμε 13/12):
Δόξα. Ἦχος δ'. Εἰκασίας ( Κασσιανῆς )
Τήν πεντάχορδον λύραν καί πεντάφωτον λυχνίαν,
τῆς Τοῦ Θεοῦ Ἐκκλησἰας, τούς θεοφόρους Μάρτυρας,
φερωνύμως ὑμνήσωμεν καί εὐσεβῶς ἐγκωμιάσωμεν.
Χαίροις ὁ καλῶς ὑπό Θεοῦ στρατευθείς,
ἐν τῇ ἐπουρανίῳ στρατιᾶ καί τῷ στρατολογήσαντι ἀρέσας,
ὁ ἐν ῥήτορσι ῥήτωρ, Εὐστράτιε θεόσοφε.
Χαίροις ὁ τό τάλαντον τό ἐκ Θεοῦ σοι πιστευθέν,
ἐπαυξήσας εἰς πλῆθος, Αὐξέντιε μακάριε.
Χαίροις ὁ τερπνότατος ὄρπηξ,
τῆς θεϊκῆς εὐγενείας, Εὐγένιε θεόφρον.
Χαίροις ὁ ὡραῖος τῇ μορφῇ,
τῇ δέ γνώμῃ ὑπέρκαλος καί ἀμφοτεροδέξιος,
ὁ ἐν τοῖς ὄρεσιν ἐνδιαιτώμενος ὅλος, πανόλβιε Ὀρέστα.
Χαίροις ὁ στίλβων καί διαυγής μαργαρίτης,
ὁ τάς βασάνους τάς πικράς, χαρμονικῶς ὑπομείνας,
Μαρδάριε ἀήττητε.
Χαίροις ὁ ἰσάριθμος χορός τῶν φρονίμων Παρθένων·
οὕς καθικετεύομεν, πάσης όργῆς καί θλίψεως λυτρώσασθαι
καί τῆς ἀφράστου ὑμῶν δόξης, συμμετόχους ποιῆσαι,
τούς τήν ἐτήσιον ὑμῶν, μνήμην γεραίροντας.
Ἀπολυτίκιον
Ψάλλεται ἐν Πολυστύλῳ.
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Πεντάριθμον φάλαγγα τῶν Ἀθλοφόρων Χριστοῦ,
ὑμνήσωμεν ἄσμασιν οἱ φιλέορτοι πιστοί·
Εὐστράτιον πάνσοφον, ἔνδοξον τε Ὀρέστην,
Αὐξέντιον τὸν θύτην, σὺν αὐτῷ Εὐγενίῳ καὶ Μαρδάριον θεῖον.
Πρεσβεύοντες ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος δ’. Ὁ Ὑψωθεὶς ἐν Τῷ Σταυρῷ.
Ἡ πενταυγὴς τῶν Ἀθλοφόρων χορεία,
τῇ τῶν ἀγώνων νοητῇ δαδουχίᾳ,
τὴν οἰκουμένην ἅπασαν αὐγάζει νοητῶς·
ὁ σοφὸς Εὐστράτιος, σὺν Αὐξεντίῳ τῷ θείῳ,
Ὀρέστης καὶ Μαρδάριος καὶ Εὐγένιος ἅμα,
οὗς εὐφημοῦντες εἴπωμεν πιστοί·
χαίροις Μαρτύρων πεντάριθμε σύλλογε.
Μεγαλυνάριον
Σύμμορφοι ἐν ἄθλοις τοῖς ἱεροῖς,
Εὐστράτιε μάκαρ καὶ Αὐξέντιε ἱερέ,
σὺν τῷ Εὐγενίῳ, Μαρδάριε, Ὀρέστα,
ἡμᾶς ἐν ὁμονοίᾳ διατηρήσατε.
Πηγή: Μηναῖον Δεκεμβρίου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου