Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Θεῖον
βλάστημα, Καρπενησίου,
ἄνθος εὔοσμον, τῆς Ἐκκλησίας,
ἀνεδείχθης Νεομάρτυς Νικόλαε·
σὺ γὰρ ἀνδρείῳ φρονήματι ἤθλησας,
καὶ τῆς ἀπάτης καθεῖλες τὸ φρύαγμα.
Καὶ νῦν πρέσβευε, Κυρίῳ τῷ σὲ δοξάσαντι,
δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Μαρτυρίου
ἤνυσας, ἀνδρειοφρόνως τοὺς ἄθλους,
ἐν ἀκμῇ νεότητος, καταβαλὼν τὸν Βελίαρ·
ὅθεν σε, ὁ ἀθλοθέτης στεφάνῳ νίκης, ἔστεψεν,
ὡς ἀριστεύσαντα Νεομάρτυς·
ὃν Νικόλαε δυσώπει,
ἡμῖν δοθῆναι πταισμάτων ἄφεσιν.
Μεγαλυνάριον.
Χαίροις
Νεομάρτυς τοῦ Ἰησοῦ,
Νικόλαε μάκαρ, Ἀθλοφόρων ἡ καλλονή,
τοῦ Καρπενησίου, ἀγλάϊσμα καὶ κλέος,
καὶ νίκη Ὀρθοδόξου, λαοῦ καὶ στήριγμα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου