«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Δευτέρα 5 Σεπτεμβρίου 2022

Τοῦ Ἁγίου Προφήτου Ζαχαρίου


 

Δοξαστικὸν
Ἦχος β'
Ἀνατολίου
Ὡς καθαρὸς ἱερεύς, εἰς τὰ Ἅγια τῶν Ἁγίων εἰσέδυς· 

καὶ τὴν στολὴν τὴν ἱερὰν ἐνδυσάμενος, 

ἀμέμπως τῷ Θεῷ ἐλειτούργησας, 

ὡς Ἀαρὼν νομοθετῶν, καὶ ὡς Μωσῆς 

ποδηγῶν τὰς φυλὰς τοῦ Ἰσραήλ,

ἐν τῇ τῶν κωδώνων ἀκραιφνεῖ συμβολῇ· 

διὸ καὶ πεφόνευσαι· ἀλλὰ τὸ αἷμά σου τὸ δίκαιον, 

ἡμῖν σωτήριον ἴαμα γέγονε, καὶ ὡς μύρον εὐῶδες, 

τὰς ἀκοὰς ἀνοίγει, πρὸς πορισμὸν τῆς αἰωνίου ζωῆς, 

Ζαχαρία τρισόλβιε, τοῦ Βαπτιστοῦ Ἰωάννου ὁ γενέτης, 

καὶ τῆς Ἐλισάβετ ὁ σύνευνος, ἐκτενῶς πρέσβευε, 

ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
 

Θεοτοκίον
Ἦχος β'
Ὅτε ἐκ τοῦ ξύλου σε ΤΟ ΑΚΟΥΤΕ
Ὄντως ὑπερῆραν ἀληθῶς, τῶν ἀνομιῶν μου τὰ πλήθη, 

τὴν κεφαλήν μου ἁγνή, καὶ αἱ ἀνομίαι μου ὑπερεπλήθυναν, 

καὶ φορτία δυσβάστακτα, καὶ ἄμετρα Κόρη, 

κέκτημαι ὁ δείλαιος, καὶ ἀδιόρθωτος. 

Σὺ οὖν, τῇ θερμῇ σου πρεσβείᾳ, πρόφθασον καὶ σῶσόν με μόνη, 

τῶν ἁμαρτανόντων ἡ διόρθωσις.

 

Πηγή:  Μηναῖον Σεπτεμβρίου & glt.goarch.org

 

 

Δεν υπάρχουν σχόλια: