«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Σάββατο 24 Σεπτεμβρίου 2022

Παρακλητικός Κανόνας στὴν Παναγία Μυρτιδιώτισσα - Γερασίμου μοναχοῦ Μικραγιαννανίτου

 

Παρακλητικός Κανών εἰς τὴν Ὑπεραγίαν Θεοτόκον τὴν θαυματουργὸν Μυρτιδιώτισσαν ἐν ὥ καὶ τινὰ ἐκ τῶν ἀπείρων αὐτῆς θαυμάτων

Ποίημα Γερασίμου μοναχοῦ Μικραγιαννανίτου

†Εορτάζεται 24 Σεπτεμβρίου

Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα Τροπάρια.

Ἦχος δ’. Ο ὑψωθείς ἐν τῷ Σταυρῶ.
Τῶν Κυθηρίων δεῦτε ἅπαν τό πλῆθος, τῆς Θεοτόκου τῷ πανσέπτῳ τεμένει πανευλαβώς προσέλθωμεν κραυγάζοντες˙ φύλαττε τήν νῆσον σου, τήν παροῦσαν Παρθένε, τῶν ἐν βίῳ θλίψεων, καί παντοίας ανάγκης˙ ὅτι τῆ σή Εἰκόνι ἐν χαρά, Μυρτιδιώτισσα, σπεύδει ἑκάστοτε.

Δόξα. Τό αὑτό. Καί νύν. Ὅμοιον.
Ἐν τῆ εὑρέσει τῆς σεπτῆς σου Εἰκόνος, ἀνεστομώθη δαψιλῶς ἐν Κυθήροις, τῶν σῶν χαρίτων κρήνη, ανεξάντλητος˙ βρύει γάρ ἰάματα, τοῖς προστρέχουσι χύδην, παύει δε νοσήματα, καί κινδύνων λυτροῦται, τούς ἐξαιτοῦντας ὅλης τῆς ψυχῆς, Μυρτιδιώτισσα Κόρη, τήν χάριν σου.

Ὁ Ν΄ (50) Ψαλμός.

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Καὶ ὸ Κανών οὐ ἡ ἀκροστιχίς.
«Σε Μυρτιδιώτισσα ἐπιβοῶμαι. Γερασίμου.

ᾨδή ἀ’. Ἦχος πλ. δ’. Ὑγράν διοδεύσας.

Σωτήριον σκέπην καί ἀρωγόν, ἡ νῆσος Κυθήρων, ευραμένη σε θαυμαστῶς, τῆ σή προστασίᾳ καταφεύγει, Μυρτιδιώτισσα Κόρη.

Ἐφάνης ποιμένι τῷ εὐσεβεῖ, καί τήν σήν Εἰκόνα, ἀπεκάλυψας τήν σεπτήν ἀλλά καί νῦν φάνηθι αΰλως, καί πᾶσι δίδου, Παρθένε, τήν χάριν σου.

Μυρίων ἠξίωσας ἀγαθῶν, τήν νῆσον Κυθήρων, δοῦσα ταύτῃ ὡς θησαυρόν, τήν σήν χαριτόβρυτον Εἰκόνα, χάριν καί ἔλεος πᾶσι βλυστάνουσα.

Ὑψίστου Μητέρα σε συμπαθῆ, εἰδώς σοι προστρέχει, τήν ῥῶσιν, οὕτως ἡμᾶς παράλυτος ευλαβώς˙ ἀλλ’ ὡς τούτῳ δέδωκας πάσης νόσου ἀπάλλαξον.

ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος.

Ῥῶσιν νέμουσα Κόρη, τοῖς ἐν δεινοῖς πάθεσι, τόν ἡμιπληγία παθόντα, ξένως ἰατρεύσας˙ ὅθεν θεράπευσον, καμοῦ, τό ἄλγος Παρθένε, καί ὑγείαν δίδου μοι, ψυχῆς καί σώματος.

Τήν ὁρμήν ὡς πάλαι, τῶν πειρατῶν ἤλασας, τῶν ἐπιδραμόντων Παρθένε, κατά τῆς νήσου σου, οὕτως ἀπέλασον, τήν καθ’ ἡμῶν τῶν δαιμόνων, χαλεπήν ἐπήρειαν, Μυρτιδιώτισσα.

Ἱλασμόν καί εἰρήνην, καί τῶν δεινῶν λύτρωσιν, τοῖς ἐγγύς καί πόρρω παρέχεις, Μυρτιδιώτισσα˙ ὅτι τό ὄνομα, τό σόν πηγῇ εὐφροσύνης, πέλει τοῖς προστρέχουσι, τῆ ἀντιλήψει σου.

Δωρεῶν σου ἁγίων, ὡς ἀληθῶς ἔδειξας, τόν ἐν Μυρτιδίοις ναόν σου, κρουνόν ἀκένωτον, Μυρτιδιώτισσα˙ πᾶς γάρ προστρέχων ἐν τούτῳ, πάσης ἀπαλλάττεται, λύπης καί μάστιγος.

Διάσωσον, Μυρτιδιώτισσα Κόρη Θεογεννήτορ, πάσης βλάβης καί πειρασμῶν τε καί θλίψεων τούς προσιόντας τῆ θεία σου προστασία.

Ἐπίβλεψον, Μυρτιδιώτισσα Κόρη, ἐν εὐμενεία, τούς ἐν πίστει τῷ σῶ ναῶ καταφεύγοντας, καί πᾶσι δίδου ὑγείαν καί σωτηρίαν.

____________________________________________________________

Γιὰ τὴ συνέχεια τῆς Παρακλήσεως πατῆστε τὸ «Read more».

 

 

 

Αἴτησις καί τό Κάθισμα.
Ἦχος β’. Τά ἄνω ζητῶν.

Τήν κλῆσιν τήν σήν, πιστῶς ἐπικαλούμενοι ἐκ βάθους ψυχῆς, πάσης χαράς πληρούμεθα, καί λύτρωσιν εὑρίσκομεν, τῶν ἐν βίῳ δεινῶν περιστάσεων. Ἀλλ’ ὦ Μυρτιδιώτισσα, ἡμῶν τάς αἰτήσεις πλήρου πάντοτε.

ᾨδή δ’. Εἰσακήκοα Κύριε.
Ἱλαρῶς ὡς τεθέασαι, πλήρης συμπαθείας τοῖς κινδυνεύουσι, τῆς αὑτῆς μετάδος χάριτος, τοῖς σε ἀνυμνοῦσι, Μυρτιδιώτισσα.

Ὡς πλοῖον διέσωσας, ἐκ τοῦ θαλαττίου πνιγμοῦ, Πανάχραντε, οὕτω πρόφθασον καί λύτρωσαι, τῆς νῦν ἐπελθούσης ἡμῖν θλίψεως.

Τῶν Κυθήρων ἡ νῆσος σε, ἄγρυπνον προστάτην, Παρθένε, κέκτηται˙ ὅθεν χαίρει τῆ Εἰκόνι σου, καί τά σά κηρύττει ξένα θαύματα.

Ἰδού πάντες προστρέχομεν, τῆ σή παναγία Εἰκόνι, Ἄχραντε, ἶνα λάβωμεν βοήθειαν, ἐκ τῆς σής ταχείας ἀντιλήψεως.

ᾨδὴ ἕ’. Φώτισον ἡμᾶς.

Σκέπασον ἡμᾶς ἐν τῆ σκέπη τῆς σής χάριτος, ὡς ἐσκέπασας τήν νῆσον σοῦ πότε, ἐκ πανώλους λοιμικοῦ, Μυρτιδιώτισσα.

Σβέσον τά πικρά, καθ’ ἡμῶν ἐχθροῦ τοξεύματα, ὡς κατέσβεσας πότε τῶν κεραυνῶν, τόν ὀλέθριον σκηπτόν, Μυρτιδιώτισσα.

Ἄνοιξον καί νῦν, τήν πηγήν τῆς σής χρηστότητος, καί ἐπόμβρησον ὡς πάλαι τοῖς πιστοῖς, τῶν χαρίτων σου τά ῥεῖθρα τά γλυκύρροα.

Ἔχει ἡ νησίς, τῶν Κυθήρων τήν Εἰκόνα σου, ὡς ἐχέγγυον τῆς σής επισκοπής˙ διά τοῦτο ἐν σοι χαίρουσι Κυθήριοι.

ᾨδὴ στ’. Τήν δέησιν.

Παράδεισος νοητός ἀνεδείχθη, ὁ λαμπρός ἐν Μυρτιδίοις ναός σου, καθάπερ ξύλον ζωῆς ἔχων μέσον, τήν θαυμαστήν σου Εἰκόνα, Πανάχραντε, ἐξ ἦς ὑγείαν καί ζωήν, οἱ νοσοῦντες τρυγῶντες ὑμνοῦσι σε.

Ἰλύος φθοροποιῶν νοσημάτων, καί ποικίλων χαλεπῶν συμπτωμάτων, ῥῦσαι ἡμᾶς τῆ θερμή σου πρεσβεία, Μυρτιδιώτισσα Κόρη Πανύμνητε, ἡ ἀπαλλάξασα πολλούς, ἐκ κινδύνων καί πόνων καί θλίψεων.

Βοᾶται ἡ σή βοήθεια ὄντως, Κυθηρίοις ἐμφανῶς παρά πάντων˙ ἀλλά καί πᾶσι βοήθει ταχέως, τοῖς ἀλλαχοῦ προσφωνοῦσι τήν κλήσίν σου, καί δίδου τούτοις συμπαθῶς, τά σωτήρια Κόρη αἰτήματα.

Οἱ νόσων κατατρυχόμενοι πόνοις, καί στενούμενοι ἀνάγκαις καί λύπαις, ἐν κατανύξει προσπέσωμεν πάντες, τῆ τῆς Παρθένου Εἰκόνι κραυγάζοντες˙ Μυρτιδιώτισσα Ἀγνῇ, δός ἡμῖν τήν θερμήν σου βοήθειαν.

Διάσωσον, Μυρτιδιώτισσα Κόρη, Θεογεννητορ, πάσης βλάβης καί πειρασμῶν τε καί θλίψεων, τούς προσιόντας τῆ θεία σου προστασία.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ανερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

Αἴτησις καί Κοντάκιον.
Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου.

Τῶν Κυθηρίων προστάτις καί ἔφορος, παντός τοῦ κόσμου δε μέγα προσφύγιον, ὑπάρχεις, Ἀγνῇ Ἀειπάρθενε, Μυρτιδιώτισσα, πᾶσι παρέχουσα, τήν σήν ὀξυτάτην ἀντίληψιν.

Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματος σου ἐν πάσῃ γενεά καί γενεά.
Στίχ. τό πρόσωπον σου λιτανεύουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α΄ 39-49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ ἐπορεύθη εἰς τήν ὀρεινήν μετά σπουδῆς εἰς πόλιν Ἰούδα, καί εἰσῆλθεν εἰς τόν οἶκον Ζαχαρίου καί ἠσπάσατο τήν Ελισάβετ. Καί ἐγένετο ὡς ἤκουσεν ἡ Ελισάβετ τόν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τό βρέφος ἐν τῆ κοιλία αυτής˙ καί ἐπλήσθη Πνεύματος Ἀγίου ἡ Ελισάβετ καί ἀνεφώνησε φωνή μεγάλη καί είπεν˙ Εὐλογημένη σύ ἐν γυναιξί καί εὐλογημένος ὁ καρπός τῆς κοιλίας σου. Καί πόθεν μοι τοῦτο ἶνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδού γάρ ὡς ἐγένετο ἡ φωνή τοῦ ἀσπασμοῦ σου εἰς τά ὦτα μου, ἐσκίρτησε τό βρέφος ἐν ἀγαλλιάσει ἐν τῆ κοιλία μου. Καί μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὑτῇ παρά Κυρίου. Καί εἶπε Μαριάμ ˙ Μεγαλύνει ἡ ψυχή μου τόν Κύριον καί ηγαλλίασε τό πνεῦμα μου ἐπί τῷ Θεῶ τῷ Σωτῆρι μου, ὅτι ἐπέβλεψεν ἐπί τήν ταπείνωσιν τῆς δούλης αὑτοῦ. Ἰδού γάρ ἀπό τοῦ νῦν μακαριοῦσι με πάσαι αἱ γενεαί ˙ ὅτι ἐποίησε μοι μεγαλεία ὁ δυνατός καί ἅγιον τό ὄνομα αὑτοῦ. Ἔμεινε δε Μαριάμ σύν αὑτῇ ὡσεί μήνας τρεῖς καί ὑπέστρεψεν εἰς τόν οἶκον αὑτῆς.

Δόξα.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καί νύν.
Ταῖς τῆς Παναχράντου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Προσόμοιον.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Στίχ.Ελέησόν με ὁ Θεός…

Μέγα καταφύγιον, Μυρτιδιώτισσα Κόρη, παντός πιστοῦ πέφηνας, καί δόξα καί καύχημα καί διάσωσμα˙ συμπαθῶς πάντας γάρ, πάντοτε προφθάνεις, τούς φωνοῦντας τό σόν ὄνομα, καί δίδως, Ἄχραντε, τῆς μητρικῆς ἀγαθότητος, τήν χάριν καί τό ἔλεος, καί τῶν δωρεῶν τά γνωρίσματα, τοῖς ἐν ἀσθενείαις, καί λύπαις καί κινδύνοις χαλεποίς˙ ὅθεν τήν σήν μεγαλύνομεν πρόνοιαν σῳζόμενοι.

Σῶσον ὁ Θεός τῶν λαόν σου…

ᾨδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ὡς ἐρρύσω πολλάκις, χαλεπῆς ἀνομβρίας, Ἀγνῇ, τά Κύθηρα, οὕτω τούς θείους ὄμβρους, τῶν οἰκτιρμῶν Κυρίου, ταῖς λιταῖς σου υέτισεν, τοῖς ἀνυμνοῦσιν ἀεί, τά ξένα θαύματά σου.

Μεγαλύνει σου, Κόρη, τά πολλά μεγαλεία ἡ νῆσος Κύθηρα˙ αὐτόπτις γάρ τυγχάνει, τῶν εὐεργεσιῶν σου ἆς παρέχεις ἑκάστοτε, τοῖς εὐσεβέσι πιστοῖς, ἀλλά καί ἀλοπίστοις.

Ἀπό πάσης ἀνάγκης, ἀνωτέρους συντήρει Μυρτιδιώτισσα, τούς πίστει προσιόντας, τῆ θεία σου πρεσβείᾳ, ὡς πολλάκις διέσωσας, τούς προσελθόντας πιστῶς, τῆ θεία σου Εἰκόνι.

Ἰθυνόμενοι, Κόρη, ἁλιεῖς ἐν θαλάσσῃ οἱ κινδυνεύσαντες, τῆ θεία χάριτι σου, ἐσώθησαν θανάτου˙ καί ἡμᾶς τανῦν ἴθυνον, ἐπί λιμένι Ἀγνῇ, τῶν θείων θελημάτων.

ᾨδὴ ἡ’. Τόν Βασιλέα.
Γλώσσης ἀπᾴσῃς, Μυρτιδιώτισσα, πέλει, 

τό σόν ὄνομα μελέτημα τό μέγα˙ 

πᾶσι γάρ παρέχεις, σωτηριώδεις δόσεις.

Ἔσωσας παῖδα, ἐξ ὕψους, Κόρη, πεσόντα,

 τόν φωνήσαντα τήν σήν ἀγίαν κλήσιν˙

οὕτω κάμε σῶσον, τῆς τοῦ ἐχθροῦ μανίας.

Ῥῶσιν ἐφεῦρον Μυρτιδιώτισσα Κόρη,

καί παράφρονες ἐν τῷ σεπτῷ ναῶ σου˙ 

ὅθεν κάμε ρῶσον, τῆς ἔνδον ἀσθενείας.

Ἀσθενημάτων πολυειδῶν ὡς ἰάσω, 

τούς προστρέξαντας τῆ θεία ἀρωγή σου, 

οὕτως ἴασαι μου τήν ψυχικήν ὀδύνην.

ᾨδὴ θ’. Κυρίως Θεοτόκον.

Σεισμοῦ καί ἀνομβρίας, καί παντοίων νόσων, τῶν Κυθηρίων, τήν νῆσον διάσῳζε, Μυρτιδιώτισσα Κόρη ἀνακειμένην σοι.

Ιλέω ὄμματι σου, ἴδε τούς ἑστῶτας, πανευλαβῶς τῆ ἀγία Εἰκόνι σου, καί τάς φωνάς τούτων δέξαι Μυρτιδιώτισσα.

Μυρσίνης ἐν τοῖς κλάδοις, εὑρέθη ἡ Εἰκών σου, Μυρτιδιώτισσα ὅθεν ὠνόμασται, καί νοητόν μύρον φέρει τῶν χαρισμάτων σου.

Ὁλόφωτος ὁρᾶται, ὁ ἐν Μυρτιδίοις, Μυρτιδιώτισσα, ἅγιος οἰκός σου, ὡς πεπλησμένος τῆς δόξης τῶν μεγαλείων σου.

Ὑψίστου ὡς καθέδρα, Κεχαριτωμένη, ἀπό κοπρίας παθόντα˙ ἀνύψωσον, Μυρτιδιώτισσα, κάμε τόν δοῦλον σου.

Καί εὐθύς.

Άξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ, καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σε μεγαλύνομεν.

Καὶ τὰ ἐπόμενα Μεγαλυνάρια,

Χαίροις, τῶν Κυθήρων ἡ ἀρωγός, καί καύχημα μέγα, καί γλυκεία καταφυγή˙ χαίροις ὀρθοδόξων ταχείᾳ προστασία, Εὐλογημένη Κόρη Μυρτιδιώτισσα.

Πάλαι ὡς ἀνεῦρε τῆ σή ὀμφή, ἐν κλάδοις μυρσίνης, τήν Εἰκόνα σου τήν σεπτήν, ὁ ποιμήν Παρθένε, ἐν εὐφροσύνη θεία, αὑτήν Μυρτιδιώτισσαν ἐπωνόμασε.

Νόσους θεραπεύεις τάς χαλεπάς, κεραυνούς διώκεις, ἀνομβρίαν λύεις δεινήν˙ ὡς ὄντως μεγίστῃ, ἡ δόξα καί ἡ χάρις, καί ἡ σεπτή σου κλῆσις, Μυρτιδιώτισσα.

Ὤφθη ἰατρεῖον πνευματικόν, ὁ ἐν Μυρτιδίοις, θεῖος οἰκός σου καί σεπτός˙ ψυχῶν γάρ ἰᾶται καί τῶν σωμάτων πάθη, τῆ σή ἐπισκιάσει, Μυρτιδιώτισσα.

Ἅπαντας προφθάνεις ὡς συμπαθής, τούς ἐν τοῖς κινδύνοις, καί τούς πέλας καί τούς μακράν, καί τούτοις παρέχεις βοήθειαν ταχεῖαν ὑμνοῦντας σου τήν χάριν, Μυρτιδιώτισσα.

Τούς ἐξαιτουμένους ἀπό ψυχῆς, τῆς σής, Θεοτόκε, ἀντιλήψεως τήν ἰσχύν, σῷζε πάσης βλάβης, καί πάσης δυσχερείας, ὡς Μήτηρ τοῦ ἐλέους, Μυρτιδιώτισσα.

Ὕμνοι Δοξολογικοί καί Παρακλητικοί
εἰς τήν Μυρτιδιώτισσαν, εἰς τύπον τῶν μεγαλυναρίων,*
ὤν ἡ ἀκροστιχίς: «Μητρόθεε διάσωσον»

Οἱ ὕμνοι ούτοι,συντεθέντες χάριτι Θεία καί εὐδοκία τῆς Παναχράντου διά τήν προστασίαν τοῦ λαοῦ ἐκ τῆς φοβεράς τοῦ σεισμοῦ ἀπειλῆς καί λοιπῶν κινδύνων, ὑπό τοῦ Μητροπολίτου Κυθήρων Σεραφείμ (Ιούνιος 2006), Ψάλλονται μετά τά Μεγαλυνάρια τῆς Ἱεράς Παρακλήσεως καί κατά τάς ἱεράς λιτανεύσεις τῆς ἀγίας Εἰκόνος τῆς Μυρτιδιωτίσσης.Μητρόθεε Ἄνασσα Οὐρανοῦ, ὄντως Πλατυτέρα, καί Ἀγγέλων φωτοειδῶν, τῶν ἀκαταπαύστως, ὑμνούντων τήν σήν δόξαν, Δέσποινα καί Κυρία, Θεομακάριστε.

Ἠλίου τῆς δόξης τοῦ νοητοῦ, Τῆς Δικαιοσύνης, ἀπαστράψαντος τοῖς ἐν γῆ, τοῦ πάντων Δεσπότου, Κυρίου καί Σωτῆρος, Μήτηρ ὑπάρχεις ὄντως, ἡ Παμμακάριστος.

Τεκοῦσα αφράστως τόν σόν Υἱόν, τόν Παντευεργέτην, καί Σωτῆρα καί Λυτρωτήν, τόν κόσμον λυτροῦσαι, παθών καί καχεξίας, ὡς πάντων ὑπερτέρα, Μυρτιδιώτισσα.

Ῥᾶνον θείοις μύροις τόν σόν λαόν, ἡ ἐν μυρτιδίοις, ἀνατείλασα θαυμαστώς, ἀγία Εἰκόνι, θαυματουργῶ καί θεία, καί δίδου τήν σήν χάριν, Μυρτιδιώτισσα.

Οἱ ἔχοντες σκέπην σήν κραταιάν, σεμνύνονται πάντες, καί καυχῶνται κατά Θεόν, σε ἔχοντες τεῖχος, καί θείαν προστασίαν, σεισμῶν πυρός καί βλάβης, διαφυλάττουσαν.

Θεράπευσον Κόρη σούς ὑμνητάς, ψυχῶν τε τάς νόσους, καί σωμάτων τάς χαλεπάς, καί ἴασαι Μῆτερ, κακῶν καί ἀσθενείας, δεινῶν ἀρρωστημάτων, Μυρτιδιώτισσα.

Ἐκ πάσης ἀνάγκης καί πειρασμῶν, χαλεπῶν κινδύνων, ἐπηρείας τοῦ πονηροῦ, ῥῦσαι νεολαίαν δεινῶς κλονιζομένην, καί δοκιμαζομένην, Μυρτιδιώτισσα.

Ἔξελε  τούς νέους Μῆτερ Θεοῦ, παθών καί κινδύνων, πολυτρόπων παντοδαπῶν, κράτυνον τήν πίστιν τά ἤθη καί τό σέβας, θεία κληρονομία, Μυρτιδιώτισσα.

Δεσμῶν ἁμαρτίας φθοροποιῶν, καί πάσης κακίας, καταχρήσεων συμφορῶν, καί λευκοῦ θανάτου, εκλύτρωσαι Παρθένε, φιλτάτην νεολαίαν, Μυρτιδιώτισσα.

Ιλέω σου ὄμματι στοργικῷ, καί σή εὐσπλαγχνία, διαφύλαττε μητρική, τάς νήσους Κυθήρων καί τῶν Αντικυθήρων, σεισμῶν πυρός μαχαίρας, Μυρτιδιώτισσα.

Ἀγάπην ὁμόνοιαν καί στοργήν, παράσχου συζύγοις, καί γονεῦσι Μῆτερ Θεοῦ, καί δίδου πλουσίως, χαράν καί εὐφροσύνην, πιστότητα εἰρήνην, Μυρτιδιώτισσα.

Σεισμοῦ διασῴζουσα φυσικοῦ, σεισμικάς δονήσεις, σύ ἀπότρεψον ἠθικάς, καί ἐκ ναυαγίων, οἰκογενείας σῷζε, φρίκης διαζυγίων, Μυρτιδιώτισσα.

Ω Μῆτερ τοῦ Λόγου καί Λυτρωτοῦ, σήν χάριν αἰτοῦμεν, ἐκ καρδίας τε καί ψυχῆς, μετάνοιαν δοῦναι, σοῖς δούλοις ἀναξίοις, οἰνοποσίας πάθους, σύ ἀπαλλάττουσα.

Σωτῆρα ἡ τέξασα καί Θεόν, παντοίων κινδύνων, διασῴζεις καί συμφορῶν, αἱρέσεως πλάνης, σχίσματος τῆς μανίας, ἐν τάχει ἀπαλλάττεις, Μυρτιδιώτισσα.

Ο πάντων ἁγίων τάς ἀρετάς, ἀεί ὑπερβαίνων, ὡς ὁ Κύριος καί Θεός, Μητέρα σου θείαν, σεμνήν Ὑπεραγίαν, πρόσδεξαι δυσωποῦσαν, Μυρτιδιώτισσαν.

Νεότητα σῴζουσα ὦ Ἀγνῇ, ἀνθρώπους ὡρίμους, οἴκους νέους θεοσεβεῖς, καί τίμιον γῆρας, διαφυλάττειν σπεύδεις, Κυρία τῶν Ἀγγέλων, Μυρτιδιώτισσα.

Πάσαι τῶν ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τούς προστρέχοντας θερμῶς, 

τῆ σή προστασία Παρθένε Μυρτιδιώτισσα,

καί τήν χαριτόβρυτον Ἁγνήν Εἰκόνα σου, 

προσκυνοῦντας ἐκ πίστεως, ἐκ πάσης ἀνάγκης, 

καί νόσων, καί θλίψεων ἀτρώτους φύλαττε, 

ἄφεσιν πταισμάτων αἰτοῦσα, καί εἰρήνην νέμουσα πᾶσι, 

τοῖς τά μεγαλεῖα σου δοξάζουσιν.

 

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν ἐλέησον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Μυρτιδιώτισσα παράσχου μοι χάριν
Γερασίμῳ σπεύδοντι τῆ χάριτί σου.

Χαιρετισμοί εις την Υπεραγίαν Θεοτόκον και Αειπαρθένο Μαρία τη θαυματουργό Μυρτιδιώτισσα

Κανών Ψαλλόμενος κατά τήν ἐκ τοῦ Ἱεροῦ Ναοῦ τῆς εὑρέσεως ἔξοδον τῆς θαυματουργοῦ Εἰκόνος τῆς Θεοτόκου καί κατά τάς Λιτανείας αὑτῆς.

Ὁ ἀκολούθως εἰδικός Κανών εἰς τήν Παναγίαν Μυρτιδιώτισσαν, ψάλλεται κατά τήν ἱεράν μετακομιδήν τῆς θαυματουργοῦ Εἰκόνος ἀπό τήν Ἱεράν Μονήν τῆς Παναγίας Μυρτιδιωτίσσης, κατά τήν Κυριακή τῆς Ὀρθοδοξίας, εἰς τόν Ἱερόν Μητροπολιτικόν Ναόν τοῦ Ἐσταυρωμένου τῆς Χώρας Κυθήρων καί τήν ἐπαναφοράν αὑτῆς ἀπό τόν Μητροπολιτικόν Ναόν τοῦ Ἐσταυρωμένου τῆς Χώρας Κυθήρων, μέσῳ κωμοπόλεων καί χωρίων τῆς νήσου, κατά τήν Διακαινήσιμον Ἑβδομάδα (τήν «λαμπροβδομάδα») καί τήν ἑπομένην τοιαύτην, μετά τήν Κυριακήν τοῦ Θωμᾶ, εἰς τήν Ἱεράν Μονήν τῆς Μυρτιδιωτίσσης (Κυριακή τῶν Μυροφόρων).

Ὁ Κανών αὑτός, ὁ πρός τιμήν τῆς Παναγίας Μυρτιδιωτίσσης τῶν Κυθήρων συντεθείς ὑπό τοῦ ἀειμνήστου Ἐπισκόπου Κυθήρων Σωφρονίου τοῦ Παγκάλου καί δημοσιευθείς εἰς προγενεστέραν ἔκδοσιν τῆς Ἀκολουθίας τῆς Παναγίας Μυρτιδιωτίσσης, γενομένης ὑπό τοῦ ἀειμνήστου Ἐπισκόπου Κυθύρων Εὐθυμίου Καββαθά, επανεκδίδεται εἰς τήν παροῦσαν ἔκδοσιν με ὡρισμένας διορθώσεις καί βελτιώσεις.

ΚΑΝΩΝ
Ψαλλόμενος κατά τήν ἐκ τοῦ Ἱεροῦ Ναοῦ τῆς εὑρέσεως ἔξοδον τῆς θαυματουργοῦ Εἰκόνος τῆς Θεοτόκου καί κατά τάς Λιτανείας αὑτῆς.

Πρό τοῦ Κανόνος δε ψάλλεται τό παρόν τροπάριον, ποίημα τοῦ ἀοιδίμου Ἐπισκόπου Κυθήρων Εὐθυμίου Καββαθά.

Ἦχος δ’’. Ταχύ προκατάλαβε.
Πιστοί νῦν ἐξέλθωμεν πρός λιτανείαν σεμνήν, καί δεῦτε ὑμνήσωμεν τήν Ἀειπάρθενον, πιστῶς λιτανεύοντες˙
Χαῖρε ἡ Πολιοῦχος τῶν Κυθήρων τῆς Νήσου,
Χαῖρε παντός τοῦ κόσμου βοηθός καί προστάτις,
Χαῖρε πιστῶν ἁπάντων ἡ ἐλπίς, χαρά καί σκέπη, καί ἔνθεον ἔρεισμα.

Κανών Σωφρονίου τοῦ Παγκάλου ἀειμνήστου Ἐπισκόπου Κυθήρων.

Ὠδή ἀ’. Ἦχος β’. Ἐν βυθῶ κατέστρωσε ποτέ.
Τήν ἀχλύν καθάρισον Ἁγνή, τοῦ νόος μου Δέσποινα, ζόφον καρδίας φωτίζουσα, Σύ διδοῦσα μοι λόγον, ἡ τετοκυίᾳ τόν Λόγον, ἶνα ἐν αἰνέσει, χαίρων Σου ὑμνήσω τά θαυμάσια.

Παναγία τέτοκας Θεόν, πάντων ἁγιώτατον, Σύ καθοδήγησον Κόρη τόν λόγον μου, καί τήν γλῶτταν κίνησον, μεγαλύναι εὐφροσύνως Σά θαύματα, καί δοξολογήσαί Σε μόνην, τήν Δέσποιναν τοῦ σύμπαντος.

Θαυμαστός καί λίαν εὐκλεής, δέδεικται Πανάχραντε, τῶν Μυρτιδίων ὁ Πάνσεπτος Οἶκος Σου, εἰς τόν κόσμον άπαντα˙ ἐν αὑτῷ καί γάρ πᾶσι τοῖς προσπελάζουσι βρύεις, ἰαμάτων ἄφθονα


χαρίσματα.

Ολοψύχως ἤχθημεν πρός Σε, πάντες μετά πίστεως, τοῦ ἀνυμνήσαι τά θεία θαυμάσια, καί τά μεγαλεία Σου. Διό Ἄχραντε Θεοτόκε πᾶσιν ἡμῖν, δώρησαι πταισμάτων, καί πλημμελημάτων τήν συγχώρησιν.

ᾨδὴ γ’. Τῆς πίστεως ἐν πέτρα με.
Εὐχόμενος ἐν πνεύματι καί καρδία, ὀρῶν αὑτόν τελείως ιἀτρευθέντα, παράλυτος ὑπάρχων πρίν ὁ Σου δοῦλος, Ἁγνή ἐδόξαζε, τά μεγαλεία Σου, Σύ μου εἰ βοήθεια, κράζων Πανάχραντε.

Ὁ πλεῖστος ὄχλος Κόρη τῶν Κυθηραίων, συνήχθη μετά πόθου ἐν τῷ Ναῶ Σου, ὑμνῶν καί μεγαλύνων ἀκαταπαύστως, θαυματουργίαν Σου, ὅτι συνέσφιγξας, τόν ποτέ παράλυτον, δόξα τῆ δόξῃ Σου.

Μεγάλως ἐδοξάσθη ὁ θεῖος Οἶκος, ὁ Σός Θεοκυήτορ τῶν Μυρτιδίων, ἐν ταύτῃ Σου τῆ νήσω τῶν Κυθηραίων, ἐν κόσμῳ δε παντί, μακαριοῦσι Σε, ἐν αὑτῷ γάρ ἤγειρας τόν παράλυτον.

Καλῶς προεμηνύθης ἡ κολυμβήθρα, προβατικῇ ἡ πάλαι τῶν ἰαμάτων, πηγή γάρ ποτέ Σύ ἀνεδείχθης, ὤσπερ ἐκείνη τόν πάσχοντα, ἰατρεύσασα ὕστερον νέον παράλυτον.

Ἐνταῦθα γίνεται αἴτησις.
Κάθισμα. Ἦχος δ’’. Ταχύ προκατάλαβε.
Παρθένε Πανάμωμε τῶν Μυρτιδίων ἀστήρ, καί ἔνθεον ἔρεισμα, τῶν προστρεχόντων εἰς Σε, Μαρία Θεόνυμφε, φώτισον τάς καρδίας τῶν τιμώντων Σε πόθῳ, στήριξον ἐν τῆ πίστει, πάντας τούς δεομένους, τῆς ἀντιλήψεως τῆς Σής, καί τούτους σκέπε καί φύλαττε Ἄχραντε.

Ἕτερον Κάθισμα. Ἦχος ἀ’. Τοῦ λίθου σφραγισθέντος.
Μυρτιδίων τό κλέος καί Κυθήρων θησαύρισμα, καί τῆς οἰκουμένης ἀπᾴσῃς ἐγκαλλώπισμα ἔνθεον. Εἰκόνα τήν πάνσεπτον πιστοί, τιμήσωμεν ᾠδαῖς πνευματικαίς˙ ὅθεν πάντες Κυθηραίοι προσκυνηταί, ἐν ἄσμασι εκβοώμεν˙ χαῖρε παραμυθία τῶν πιστῶν, χαῖρε τῆς νήσου πρόμαχος, χαῖρε τέκνων σου ἀποδήμων, σκέπη καί ἔρεισμα.

ᾨδὴ δ’’. Ἐλήλυθας ἐκ Παρθένου.
Ἠγάλλετο εὐφροσύνως καί πιστῶς ὁ Θεόδωρος, ὁ πρώην παράλυτος, ὅλον ὀρῶν ἀξιούμενον, ἑαυτόν τῆς χάριτος, καί δωρεάς τῆς θείας, ὑμνολογῶν τήν εὐσπλαγχνίαν Σου.

Τό θαῦμα Σου καταπλήττει πιστῶν τήν διάνοιαν, Θεομῆτορ Ἄχραντε, διό τήν θείαν Εἰκόνα Σου, πόθῳ ἀσπαζόμενοι, Σε μεγαλύνομεν, ταύτην προσκυνοῦντες Ἀειπάρθενε.

Ὡς φύλακα βοηθόν καί ἐπίκουρον Ἄχραντε, πάντες Σε κεκτήμεθα, παντοίαις ἐν περιστάσεσι, καί νῦν Σοι προσπίπτοντες δεόμεθα, μή παρίδῃς ἡμᾶς κινδυνεύοντας.

Ἀνύμφευτε ἡ Θεόν σωματούμενον τετοκυίᾳ, σῶσον με παράλυτον, γεγενημένον τοῖς πταίσμασι, καί τῶν μωλώπων ἴασιν, ψυχῆς τε καί σώματος, ὡς συμπαθεστάτη μοι δώρησαι.

ᾨδὴ ἕ’. Μεσίτης Θεοῦ
Ῥημάτων φωνῶν, καί τῶν δακρύων Δέσποινα ὑπήκουσας, τοῦ παρακαλοῦντος Σε, πίστει καί πόθῳ παραλύτου ποτέ, καί ταχέως τήν ῥῶσιν, αὑτῷ τελείως ἔνειμας.

Ἰδών ὁ λαός Κυθηραίων Πάναγνε, τά μεγαλεία τῆς θαυματουργίας Σου, πάντες τῷ Ναῶ Σου νῦν προστρέχοντες, εὐχαρίστως ἐν πίστει, συμφώνως Σε δοξάζουσιν.

Ἀγάλλεται νῦν, καί χορεύει μυστικῶς ἅπαν τό πλήρωμα, τῶν πιστῶν Πανάχραντε, ἐν πανδήμῳ λιτανεύσει, Εἰκόνος τῆς Σής τετιμημένης, ὦ Μυρτιδιώτισσα.

Λυτροῦται πασῶν ἀναγκῶν, καί πειρασμῶν ἡ Νῆσος Δέσποινα, ἔχουσα προστάτιν Σε ἀρωγόν, φύλακα καί πρόμαχον, καί γεραίρει διό Σου, λαμπρῶς τήν ἐπιείκειαν.

ᾨδὴ στ’. Ἐν ἀβύσσῳ πταισμάτων.
Σωτηρίας σφραγίς Κόρη πέφυκας, Μῆτερ Ἀειπάρθενε τοῖς προσπελάζουσιν, Ἁγνή τῷ θείω Οἴκῳ Σου, καί τιμῶσι πιστῶς τήν Εἰκόνα Σου.

Μόνη γέγονας Κόρη ἀντίληψις, ταύτης Σου τῆς Νήσου, Θεόν ὡς γεννήσασα, καί ἀνομβρίας ἔλυσας, τόν αὐχμόν καί τήν γῆν κατεδρόσισας.

Ἀνηγέρθη ὁ πάνσεπτος Οίκός Σου, Πάναγνε Θεόνυμφε παρά τῶν δούλων Σου, καί ἐν αὑτῷ οἰκήσασα ἡ χάρις Σου, ἀναβλύζει πηγάς ἰαμάτων τοῖς αἰτοῦσι Σε.

Λύτρωσον με Παρθένε τόν δείλαιον, πάσης περιστάσεως καί κατακρίσεως, ἐχθρῶν ἐπεμβαινόντων μοι, καί κολάσεως ῥῦσαι τόν δοῦλον Σου.

Ἐνταῦθα γίνεται δευτέρα αἴτησις.
Εἶτα Κοντάκιον αὐτόμελον. Ἦχος δ’’.
Ἐπεφάνη σήμερον τῆς Θεοτόκου ἡ χάρις, καί ἡ Νῆσος ἅπασα ἐν Μυρτιδίοις επέστη˙ πάντες δε οἱ ἐκ Κυθήρων ἀποδημοῦντες, χαίρουσι σύν ἡμῖν εκβοώντες˙ Χαῖρε Δέσποινα τοῦ κόσμου, καί πιστῶν ἡ ταχείᾳ ἀντίληψις.

ᾨδὴ ζ’. Ἀντίθεον πρόσταγμα.
Νεκρώσεως σώματος τήν ἰατρείαν, ὀρῶν ὁ παράλυτος μεγάλως ἐξεπλήττετο, καί Σε τήν Πανάχραντον, πίστει καί πόθῳ πολλῷ, βοών Σε εδόξαζε˙ Σύ εἰ εὐλογημένη καί ὑπερένδοξος.

Ἐν πίστει καί πόθῳ Σοι προσπεφευγότες, Παρθένε Πανάχραντε οἱ πεπτωκότες δούλοί Σου, ἐν πολλαῖς ἁμαρτίαις καί νεκρωθέντες δεινῶς, ἔγειρον δεόμεθα, τούς Σε ἀνευφημοῦντας τήν ὑπερένδοξον.

Ἀ Οἶκος Σου πάντοτε πᾶσιν ἐφάνη, πηγή ἁγιάσματος καί βρύσις ἀνεξάντλητος, ἰάματα βλύζουσα τοῖς προσιοῦσι πιστώς˙ ὅθεν προσκυνοῦμεν εὐσεβῶς, Σε τήν εὐλογημένην καί ὑπερένδοξον.

Νῦν πάντως πεπλήρωται τῶν Ὀρθοδόξων, τό στῖφος Πανάχραντε χαράς, καί ἀπονέμει Σοι χαριστήριον αἶνον, καί μεγαλύνει φαιδρώς Κόρη Σά θαυμάσια˙ Σύ γάρ εὐλογημένη καί ὑπερένδοξος.

ᾨδὴ ἡ’. Κάμινος ποτέ.
Πάντων τῶν πιστῶν Σύ εἰ ἡ προστασία, καταφυγή τε καί διάσωσμα, ἐλπίς τε καί στήριγμα, Θεοτόκε αειπάρθενε˙ διό πάντες γεραίρομεν ψάλλοντες, ἀνυμνοῦμεν εὐλογημένη Παρθένε τόν τόκον Σου.

Ρύσαί με Ἁγνή δεινῶν ἀρρωστημάτων, τῶν τῆς ψυχῆς τε καί τοῦ σώματος παθών ἐκκαθαίρουσα, καί πταισμάτων δός συγχώρησιν, τῷ πόθῳ Σε καί πίστει δοξάζοντι, χαῖρε εὐλογημένη Παρθένε, χαῖρε πανθαύμαστε.

Ὅλος ἐν χαρά, ὅλος ἐν κατανύξει, πᾶς ὁ χριστώνυμος ἤθροισται λαός, τοῦ υμνήσαί Σου τά θαυμάσια Θεόνυμφε, παράλυτον γάρ ἤγειρας, ψάλλοντα ἐν αἰνέσει δεδοξασμένη, χαῖρε παμμακάριστε.

Σύ τῶν Προφητῶν τό κήρυγμα ὑπάρχεις, τῶν Ἀποστόλων τό κραταίωμα, Μαρτύρων τό στήριγμα, ἱερέων ἐγκαλλώπισμα, πάντων ἡμῶν τό καύχημα˙ διό Σε ανμνούμεν, δεδοξασμένη παντευλόγητε.

ᾨδὴ Θ’. Ἀνάρχου Γεννήτορος.
Ἄνακτα τέτοκας, τόν τοῦ παντός Πανάχραντε, τῆς Τριάδος τόν ἔνα Θεόν παντέλειον, ἔχουσα παρρησίαν μεγίστη νοῦν πρός αὑτόν, μή παύσῃ πρεσβεύειν, σωθῆναι τούς πόθῳ Σε, Θεοτόκον μεγαλύνοντας.

Δοξάσωμεν ἅπαντες, καί πίστει προσκυνήσωμεν, τήν Πανάχραντον Κόρην, τήν ἰαμάτων πηγήν˙ ῥῶσιν γάρ νοσοῦσι παρέχει˙ τοῖς εὐσεβῶς ἐπικαλουμένοις αὑτήν, καί παράλυτον ὑγιᾶ ὅλον εἰργάσατο.

Ὡς μέγιστον ἔρεισμα, τῆς ὀρθοδόξου πίστεως, τήν ασπόρως τεκοῦσαν, Χριστόν τόν πάντων Θεόν˙ πάντες οἱ πιστοί Σε ὑμνοῦμεν πανευλαβώς, καί Σε προσκυνοῦμεν, τήν πάναγνον Δέσποιναν, εὐσεβῶς Σε μεγαλύνοντες.

Ἀγγέλων ἀγλάϊσμα, μερόπων τό διάσωσμα, Ἐκκλησίας ἡ δόξα Πάναγνε πέφυκας, πάντων τῶν πιστῶν ἡ προστάτις καί βοηθός, καί τῶν Κυθηραίων ἐλπίς καί τό καύχημα, καί Σε πάντες μεγαλύνομεν.

Μεγαλυνάριον.
Φάνηθι προστάτις ἐν πειρασμοῖς, Ἄχραντε Παρθένε, Μυρτιδίων ὁ θησαυρός, τοῖς πόθῳ προσιοῦσι, τῆ Μητρική Σου σκέπη, καί τούτων τάς ἐλπίδας, Δέσποινα πλήρωσον.

 

Πηγή: proseyxi.com

Δεν υπάρχουν σχόλια: