«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Κυριακή 25 Σεπτεμβρίου 2022

Τῆς Ὁσίας Εὐφροσύνης

 


 

 

Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ὡς παρθένος φρονίμη καὶ ἀδιάφθορος, 

κατηγγυήθης ὁσίως τῷ Ζωοδότῃ Χριστῷ, 

καὶ προσκαίρων τὴν χλιδὴν ἐμφρόνως ἔλιπες· 

ὅθεν ἐν μέσῳ τῶν ἀνδρῶν, ὡς ἀμόλυντος ἀμνάς, 

ἐξέλαμψας Εὐφροσύνη, 

καὶ τοῦ Βελίαρ τὰ κέντρα, τῇ πολιτείᾳ σου ἀπήμβλυνας.



Κοντάκιον. Ἦχος β’. Τὰ ἄνω ζητῶν.

Τῆς ἄνω ζωῆς, ποθοῦσα, 

τὴν κάτω τρυφήν, σπουδαίως καταλέλοιπας, 

καὶ σαυτὴν κατέμιξας, ἀναμέσον ἀνδρῶν παναοίδιμε· 

διὰ Χριστὸν γὰρ τὸν νυμφίον σου, 

μνηστῆρος προσκαίρου κατεφρόνησας.

 

 

Ἕτερον Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Εὐφροσύνης πρόξενος ἡ βιοτή σου, 

τοῖς ἐν κόσμῳ γέγονε, προτυπωθείσης ἐναργῶς, 

τῇ φερωνύμῳ σου πένσεμνε, 

προσηγορίᾳ Εὐφροσύνη ἔνδοξε.



Μεγαλυνάριον.
Μνήστορα λιποῦσα τὸν γεηρόν, 

φαιδρῶς ἐνυμφεύθης, τῷ ὡραίῳ κάλλει Χριστῷ, 

δι’ ἀμέμπτου βίου, Ὁσία Εὐφροσύνη, 

δι’ οὗ ἀεὶ εὐφραίνεις, τοὺς σὲ γεραίροντας.

 

Πηγή: synaxarion.gr 

Δεν υπάρχουν σχόλια: