Ἀλληλούϊα.
-
ΑΙΝΕΙΤΕ, παῖδες, Κύριον, αἰνεῖτε τὸ ὄνομα Κυρίου·
2 εἴη τὸ ὄνομα
Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.
3 ἀπὸ ἀνατολῶν ἡλίου
μέχρι δυσμῶν αἰνετὸν τὸ ὄνομα Κυρίου.
4 ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη ὁ
Κύριος, ἐπὶ τοὺς οὐρανοὺς ἡ δόξα αὐτοῦ.
5 τίς ὡς Κύριος ὁ Θεὸς ἡμῶν; ὁ
ἐν ὑψηλοῖς κατοικῶν
6 καὶ τὰ ταπεινὰ ἐφορῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ,
7
ὁ ἐγείρων ἀπὸ γῆς πτωχὸν καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα
8 τοῦ καθίσαι
αὐτὸν μετὰ ἀρχόντων, μετὰ ἀρχόντων λαοῦ αὐτοῦ·
9 ὁ κατοικίζων στεῖραν ἐν
οἴκῳ, μητέρα ἐπὶ τέκνοις εὐφραινομένην.
Ἅγιος Προφητάναξ Δαυΐδ
Πηγή: Παλαιά Διαθήκη & myriobiblos.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου