Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Πρόβου, Ταράχου, καὶ Ἀνδρονίκου.
Στίχοι
Ξίφει Τάραχος, Ἀνδρόνικος καὶ Πρόβος,
Ἤραντο νίκην, γῆν προβάντες ταράχου.
Τμήθη δωδεκάτῃ, Πρόβος, Ἀνδρόνικος, Τάραχός τε.
Στίχοι
Μέλη Δομνῖνα καὶ περ ἐξαρθρουμένη,
Οὐκ ἦν ἀληθῆ πίστιν ἐξαρνουμένη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀναστασίας τῆς Παρθένου.
Οἱ Ἅγιοι ἑβδομήκοντα Μάρτυρες, ξίφει τελειοῦνται.
Ὁ Ἅγιος Θεόδωρος, Ἐπίσκοπος Ἐφέσου ἐν εἰρήνῃ τελειοῦται.
Αἱ Ἅγιοι Μάρτυρες Μαλεφθᾶ, Ἀνθία καὶ οἱ Μάρτυρες, Ἰουβεντῖνος, Μάξιμος, Δωρόθεος καὶ Διόδωρος, ξίφει καὶ πυρὶ τελειοῦνται.
Ὁ Ἅγιος Ἰωάννης, Ἐπίσκοπος Δαμασκοῦ ἐν εἰρήνῃ τελειοῦται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
Πηγή: Μηναῖον Ὀκτωβρίου & glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου