Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Λ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ζηνοβίου καὶ Ζηνοβίας τῶν αὐταδέλφων.
Στίχοι
Συγκαρτερεῖ σοι Ζηνόβιε τὸ ξίφος,
Ἡ καρτερόφρων, κἂν γυνή, Ζηνοβία.
Τμήθη Ζηνοβίῃ καὶ ἀδελφεὸς ἐν τριακοστῇ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μαρκιανοῦ, Ἐπισκόπου Συρακούσης, μαθητοῦ τοῦ Ἁγίου Ἀποστόλου Πέτρου.
Στίχοι
Χριστοῦ τὸν εὔνουν Μαρκιανὸν οἰκέτην,
Διὰ βρόχου κτείνουσιν οἱ Χριστοκτόνοι.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀλεξάνδρου, Κρονίωνος, Ἰουλιανοῦ, Μακαρίου, καὶ ἑτέρων δέκα καὶ τριῶν.
Στίχοι
Σὺν Ἀλεξάνδρῳ τῆς τιτάνου τὸ ζέον,
Φέρει Κρονίων, υἱὸν οὐ σέβων Κρόνου.
Ἰουλιανὸς καὶ Μακάριος ξίφει,
Ζωὴν ἐφεῦρον τὴν μακαριωτάτην.
Οὐ πῦρ ἀναφθέν, οὐ ξίφος θηχθέν, Λόγε,
Δὶς πέντε καὶ τρεῖς ἄνδρας ἐκ σοῦ χωρίσει.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Εὐτροπίας.
Στίχοι
Τὴν Εὐτροπίαν οἷα νύμφην λαμπάδες,
Προὔπεμπον οἴκῳ τοῦ νοητοῦ Νυμφίου.
Τῇ
αὐτῇ ἡμέρᾳ., Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Κλεόπα καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν
Ἰωσήφ, Πατριάρχου Κωνσταντινουπόλεως, καὶ τῶν Ἁγίων Μαρτύρων, Ἀστερίου,
Κλαυδίου, Νέωνος, καὶ τῆς ἀδελφῆς αὐτῶν Νεονίλλης.
Στίχοι
Κλαύδιος, Ἀστέριος, ἀλλὰ καὶ Νέων,
Ἄθλῳ ξίφους ὤφθησαν ἀστέρες νέοι.
Ἐπὶ ξύλου ταθεῖσα ἡ Νεονίλλα,
Ξύλου παλαιὰν ἐξερεύγεται βλάβην.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα, Τερτίου, Μάρκου, Ἰούστου καὶ Ἀρτεμᾶ.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Πηγή: Μηναῖον Ὀκτωβρίου & glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου