«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τρίτη 4 Οκτωβρίου 2022

4η Ὀκτωβρίου

 

 


 

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν

 
Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἱεροθέου, Ἐπισκόπου Ἀθηνῶν.
Στίχοι
Ἱερόθεος ἱερώθη σοι πάλαι,
Νῦν δ' αὖ μεταστάς, καὶ συνήφθη σοι Λόγε.
Ἠοῖ σῆμα κάλυψε τετάρτῃ Ἱερόθειον.



Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πέτρου Καπιτωλίων.
Στίχοι
Εὔθηκτος ὢν μάχαιρα Πνεύματος Πέτρος,
Τὸ τοῦ ξίφους εὔθηκτον οὐκ ἐδειλία.



Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Δομνίνης καὶ τῶν θυγατέρων αὐτῆς Βερίνης, καὶ Προσδόκης.
Στίχοι
Τὸ τοῦ ποταμοῦ ῥεῦμα ῥύμμα τρεῖς κόραι,
Βοιωτικῶν ἔχουσιν ἀγνοημάτων.



Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Αὐδάκτου, καὶ Καλλισθένης τῆς αὐτοῦ θυγατρός.
Στίχοι
Ξίφει θανὼν, Αὔδακτε Μάρτυς Κυρίου,
Σὺν Μάρτυσι ζῇς καὶ Θεὸν ζῶντα βλέπεις.

Θεοῦ θεωρεῖ κάλλος ἡ Καλλισθένη,
Οὗπερ τὸ θεῖον εἶχεν εἰς σκέπην σθένος.

 



Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀμμοῦν τοῦ Αἰγυπτίου.
Στίχοι
Ἀσκήσεως διῆλθε τὴν στενὴν τρίβον,
Ἀμμοῦν ὁ θεῖος, καὶ τρυφῆς εὗρε πλάτος.



Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Φαύστου, Γαΐου, Εὐσεβίου, καὶ Χαιρήμονος τῶν Διακόνων.

 
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

   Πηγή: Μηναῖον Ὀκτωβρίου &  glt.goarch.org

Δεν υπάρχουν σχόλια: