Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Θωμᾶ.
Στίχοι
Ὁ χεῖρα πλευρᾷ σῇ βαλεῖν ζητῶν πάλαι,
Πλευρὰν ὑπὲρ σοῦ νύττεται Θωμᾶς Λόγε.
Δούρασιν οὐτάσθη Θωμᾶς μακροῖσιν ἐν ἕκτῃ.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῆς ἁγίας μάρτυρος Ἐρωτηΐδος.
Στίχοι
Ἐρωτηΐδα πυρπολοῦσι παρθένον,
Ἔρωτι Χριστοῦ τὴν προπυρπολουμένην.
Ὁ
ἅγιος νέος Ὁσιομάρτυς Μακάριος, ὁ ἐκ Κίου μὲν τῆς Βιθυνίας καταγόμενος,
ἐν Προύσῃ δὲ μαρτυρήσας, λιθοβοληθεὶς πρότερον, ὕστερον ξίφει
τελειοῦται κατὰ τὸ ἔτος 1590.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Πηγή: Μηναῖον Ὀκτωβρίου & glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου