Ἀπολυτίκιον. Ἦχος α’. Ἐν Ἰορδάνῃ.
Τῆς χαμαιζήλου τρυφῆς σοφῶς τὴν ἀπόλαυσιν,
ὑπεριδοῦσα πρὸς θεῖα ἤρθης σκηνώματα,
καὶ τῶν ἰάσεων τοῖς πιστοῖς πηγὴν κατέλιπες,
τὸ ἱερόν σου σκῆνος Μῆτερ πανεύφημε,
Ἐπιβατῶν τὸ καύχημα τὸ σεπτόν,
καὶ βεβαία προστάτις Παρασκευή.
Μὴ παύσῃ θερμῶς Χριστῷ τῷ Θεῷ,
ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύουσα.
Ἕτερον Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Ὥσπερ
βλάστημα θεῖον Ἐπιβάται τιμῶσί σε,
καὶ ἡ Καλλικράτεια Μῆτερ ὡς προστάτιν καὶ ἔφορον·
παρέχεις γὰρ ἀεὶ Παρασκευή, ὡς χάριν κεκτημένη ἐκ Θεοῦ,
τῆς θερμῆς σου προστασίας τὰς δωρεάς, τοῖς εὐλαβῶς βοῶσί σοι·
δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι,
δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Κοντάκιον.Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Ὡς δοξασθεῖσα δωρεᾷ τῇ ὑπὲρ ἔννοιαν
Παρασκευὴ τῇ ἐναρέτῳ πολιτείᾳ σου
Ἀφθαρσίᾳ τὸ σὸν σκῆνος ἐθαυμαστώθη,
Ἁγιάζον τοὺς προστρέχοντας τῇ σκέπῃ σου
Τῇ ἐν τούτῳ ἐνοικούσῃ θείᾳ χάριτι
Καὶ βοῶντάς σοι, χαίροις Μῆτερ ἰσάγγελε.
Μεγαλυνάριον.
Χαίροις
θεοφόρε Παρασκευή,
Ἐπιβατῶν γένος, καὶ ἀγλάϊσμα ἱερόν·
τῆς Καλλικρατείας, χαῖρε ἡ προστασία,
καὶ Ὀρθοδόξων πάντων, τὸ ἐγκαλλώπισμα.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου