«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τρίτη 18 Οκτωβρίου 2022

Τοῦ Ἁγίου Εὐαγγελιστοῦ Λουκᾶ


 

 Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Στιχηρὰ τοῦ Ἁγίου Ἀποστόλου
Ἦχος α'
Νεφέλην σε φωτὸς ΤΟ ΑΚΟΥΤΕ
Χριστοῦ τὸν Μαθητήν, 

τὸν τοῦ Εὐαγγελίου συγγραφέα σοφώτατον, 

σκεύους τῆς ἐκλογῆς τὸν ὡραῖον, 

χαρακτῆρα ἔμψυχον πιστοί, 

οὗ ἐν ταῖς Ἐκκλησίαις ἀπάσαις ὁ ἔπαινος, 

Λουκᾶν τὸν Ἀπόστολον, ἐν ὕμνοις τιμήσωμεν· 

αὐτὸς γὰρ ἐκήρυξε, τοῦ Θεοῦ τὰ παράδοξα θαύματα, 

φωτίσας τοὺς ἐπὶ γῆς, θεολογίας ἀκτῖσι διὰ τῆς χάριτος.

Ἦχος α'
Ψυχῶν ἰατρικήν, ὑπὲρ τὴν τῶν σωμάτων ἐκμαθών, 

ἐπιστήμην Σοφέ, κατ' ἄμφω παγκαλὴς ἀνεδείχθης, 

τὴν Θεοῦ σοφίαν ἐμπνευσθείς, ἐν ᾗ καὶ θεραπεύων ψυχὰς καὶ τὰ σώματα,

Λουκᾶ παμμακάριστε, καλεῖς πρὸς ἐπίγνωσιν, 

πτεροῖς πρὸς τὸν ἔρωτα τοῦ Θεοῦ, τοὺς ἀνθρώπους ἑκάστοτε, 

ἀνάγεις εἰς οὐρανόν, καὶ ὑπὲρ πάντων πρεσβεύεις τῶν εὐφημούντων σε. 

 
Ἦχος α'
Ἀγκίστρῳ λογικῷ, τοὺς ἐν βάθει ἀγνοίας,

 ὡς ἰχθύας εἰσδύσαντας, ἑλκύσας εἰς ἐπίγνωσιν θείαν,

 τῷ Χριστῷ ὀψώνιον καλόν, προσηγάγω Παμμάκαρ, 

τιμὴν ἀξιόχρεων, ζωὴν τὴν ἀκήρατον λαβόντας καὶ ἄληκτον·

 διὸ καὶ Ἀπόστολος τοῦ Χριστοῦ ἐχρημάτισας, 

Σοφὸς Εὐαγγελιστής, καὶ συγγραφεὺς 

τῶν πραχθέντων ἔργων τῆς Χάριτος. 

 
Εἶτα τὸ ἰδιόμελον τοῦτο.
Ἦχος πλ. δ'
Λέοντος Μαΐστορος
Δεῦτε πᾶσα κτίσις, τὸν ἀληθῶς ἰατρὸν πνευματικόν, 

καὶ τοῦ Σωτῆρος Μαθητήν, Λουκᾶν τὸν ἀοίδιμον 

ἐν ᾠδαῖς εὐφημήσωμεν. Οὗτος γὰρ ἀθεΐας τὴν νόσον, τ

ῷ ἐπιχρίσματι τῆς Χριστοῦ κολυμβήθρας ἐθεράπευσε, 

καὶ ποταμοὺς θεοβρύτων ναμάτων ἐκ στόματος,

 ἐψυχωμέναις χώραις, τοῦ Εὐαγγελίου κατήρδευσεν· 

ὅθεν ἐξῆλθε προφητικῶς ὁ φθόγγος αὐτοῦ εἰς τὴν οἰκουμένην· 

καὶ πρεσβεύει σωθῆναι τὰς ψυχὰς ἡμῶν. 

 
Δοξαστικὸν
Ἦχος πλ. δ'
Δαυϊτικῶς συνελθόντες οἱ Πιστοὶ ἐν ᾄσμασι, 

τῷ μυστικῷ ῥήτορι τοῦ Λόγου, Λουκᾶ ἐκβοήσωμεν· 

Ἡ γλῶσσά σου κάλαμος γραμματέως ἐδείχθη, 

Χριστοῦ τοῦ ὀξυγράφου, ὡραΐζουσα τὰς ὄψεις,

 πρὸς τὴν γνῶσιν τῶν ἐθνῶν, τῆς θείας ἐπιγνώσεως, 

ἐν ᾗ ἀνεκήρυξας τὸ Εὐαγγέλιον,

 καὶ τῶν συναποστόλων σου τὰς Πράξεις συνεγράψω. 

Διὸ παριστάμενος τῇ Τριάδι καὶ Θεῷ, 

πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν. 

 
Θεοτοκίον
Ἦχος πλ. δ'
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου,

καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. 

 

 

 Πηγή: Μηναῖον Ὀκτωβρίου &  glt.goarch.org

 

 

 

 



Δεν υπάρχουν σχόλια: