Ἀπολυτίκιον – Ἦχος δ´ «Ταχύ προκατάλαβε»
Μαρτύρων ἀγλάϊσμα τῆς Ἐκκλησίας Χριστοῦ
καί φύλαξ ἀκοίμητος τῶν ἀσθενούντων σοφέ,
ἐδείχθης Ἀρτέμιε,
ἔλαμψας ἐν τῷ κόσμῳ δι’ ἀπειρίας θαυμάτων,
ἤλεγξας καί ἀνόμων τήν σκοτόμαιναν μάκαρ,
διό ἐν παρρησίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἡμᾶς.
Ἕτερον Ἀπολυτίκιον – Ἦχος πλ. α´ «Τὸν συνάναρχον Λόγον»
Εὐσέβειας τοῖς τρόποις καλλωπιζόμενος,
ἀθλητικῆς ἀγλαΐας ὤφθης σοφὲ κοινωνός,
πρὸς ἀγῶνας ἀνδρικοὺς παραταξάμενος·
ὅθεν ὡς λύχνος φωταυγής, τῶν θαυμάτων τὰς βολάς,
ἐκλάμπεις τῇ οἰκουμένῃ,
Ἀρτέμιε Ἀθλοφόρε, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Ἕτερον Ἀπολυτίκιον – Ἦχος πλ. α´ «Τὸν συνάναρχον λόγον»
Εὐσεβείας ἐμπρέπων τοῖς κατορθώμασι,
τῆς τῶν Μαρτύρων εὐκλείας ὤφθης σοφὲ κοινωνός,
ἐναθλήσας ἀνδρικῶς Μάρτυς Ἀρτέμιε·
ὅθεν πηγάζων δαψιλῶς, ἰαμάτων δωρεάς,
τὸ πάθος ἐντεροκήλης,
ὡς συμπαθὴς θεραπεύεις,
τῶν προστρεχόντων τῇ πρεσβείᾳ σου.
Κοντάκιοv – Ἦχος β´ «Τοὺς ἀσφαλεῖς»
Τὸν εὐσεβῆ, καὶ στεφηφόρον Μάρτυρα,
τὸν κατ’ ἐχθρῶν, νίκης ἀράμενον τρόπαια,
συνελθόντες ἐπαξίως νῦν, ἐν ὑμνῳδίαις εὐφημήσωμεν,
Ἀρτέμιον τὸν μέγιστον ἐν Μάρτυσι,
θαυμάτων τε δοτῆρα πλουσιώτατον·
πρεσβεύει γὰρ Κυρίῳ ὑπὲρ πάντων ἡμῶν.
Ἕτερον Κοντάκιον – Ἦχος πλ. δ´ «Τῇ ὑπερμάχῳ»
Ὡς ἀριστέα τοῦ Σωτῆρος πολυθαύμαστον
Καὶ παροχέα ἰαμάτων πλουσιόδωρον
Ἀνυμνοῦμέν σε προφρόνως Μεγαλομάρτυς.
Ἀλλ’ ὡς πέλων ἰατὴρ τῆς κήλης ἄριστος,
Ἀσινῆ με ἐκ τῆς βλάβης ταύτης φύλαττε,
Ἵνα κράζω σοι, χαίροις Μάρτυς Ἀρτέμιε.
Μεγαλυνάριον.
Δόξαν ὑπατείας ὑπεριδών,
τὸ ὕπατον κλέος, ἐπορίσω τῶν ἀρετῶν,
ὡς ἀνδραγαθήσας, Ἀρτέμιε ἐνδόξως·
διὸ παντοίας βλάβης, ῥύου τοὺς δούλους σου.
Ἕτερον Μεγαλυνάριον.
Τὸν μεγαλομάρτυρα τοῦ Χριστοῦ,
καὶ τῶν ἰαμάτων, τὸν πολλύρρυτον ποταμόν,
τῆς ἐντεροκήλης, τὸν θεῖον ἰατῆρα,
Ἀρτέμιον τὸν μέγαν, ὕμνοις τιμήσωμεν.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου